Biblija

 

Deuteronomy 12

Studija

   

1 καὶ ταῦτα τὰ προστάγματα καὶ αἱ κρίσεις ἃς φυλάξετε τοῦ ποιεῖν ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν δίδωσιν ὑμῖν ἐν κλήρῳ πάσας τὰς ἡμέρας ἃς ὑμεῖς ζῆτε ἐπὶ τῆς γῆς

2 ἀπωλείᾳ ἀπολεῖτε πάντας τοὺς τόπους ἐν οἷς ἐλάτρευσαν ἐκεῖ τοῖς θεοῖς αὐτῶν οὓς ὑμεῖς κληρονομεῖτε αὐτούς ἐπὶ τῶν ὀρέων τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν θινῶν καὶ ὑποκάτω δένδρου δασέος

3 καὶ κατασκάψετε τοὺς βωμοὺς αὐτῶν καὶ συντρίψετε τὰς στήλας αὐτῶν καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατακαύσετε πυρί καὶ ἀπολεῖται τὸ ὄνομα αὐτῶν ἐκ τοῦ τόπου ἐκείνου

4 οὐ ποιήσετε οὕτως κυρίῳ τῷ θεῷ ὑμῶν

5 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐν μιᾷ τῶν φυλῶν ὑμῶν ἐπονομάσαι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐπικληθῆναι καὶ ἐκζητήσετε καὶ εἰσελεύσεσθε ἐκεῖ

6 καὶ οἴσετε ἐκεῖ τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰς ἀπαρχὰς ὑμῶν καὶ τὰς εὐχὰς ὑμῶν καὶ τὰ ἑκούσια ὑμῶν καὶ τὰ πρωτότοκα τῶν βοῶν ὑμῶν καὶ τῶν προβάτων ὑμῶν

7 καὶ φάγεσθε ἐκεῖ ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εὐφρανθήσεσθε ἐπὶ πᾶσιν οὗ ἂν τὴν χεῖρα ἐπιβάλητε ὑμεῖς καὶ οἱ οἶκοι ὑμῶν καθότι εὐλόγησέν σε κύριος ὁ θεός σου

8 οὐ ποιήσετε πάντα ἃ ἡμεῖς ποιοῦμεν ὧδε σήμερον ἕκαστος τὸ ἀρεστὸν ἐνώπιον αὐτοῦ

9 οὐ γὰρ ἥκατε ἕως τοῦ νῦν εἰς τὴν κατάπαυσιν καὶ εἰς τὴν κληρονομίαν ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν

10 καὶ διαβήσεσθε τὸν ιορδάνην καὶ κατοικήσετε ἐπὶ τῆς γῆς ἧς κύριος ὁ θεὸς ὑμῶν κατακληρονομεῖ ὑμῖν καὶ καταπαύσει ὑμᾶς ἀπὸ πάντων τῶν ἐχθρῶν ὑμῶν τῶν κύκλῳ καὶ κατοικήσετε μετὰ ἀσφαλείας

11 καὶ ἔσται ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεὸς ὑμῶν ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ θυσιάσματα ὑμῶν καὶ τὰ ἐπιδέκατα ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν καὶ τὰ δόματα ὑμῶν καὶ πᾶν ἐκλεκτὸν τῶν δώρων ὑμῶν ὅσα ἐὰν εὔξησθε τῷ θεῷ ὑμῶν

12 καὶ εὐφρανθήσεσθε ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν οἱ παῖδες ὑμῶν καὶ αἱ παιδίσκαι ὑμῶν καὶ ὁ λευίτης ὁ ἐπὶ τῶν πυλῶν ὑμῶν ὅτι οὐκ ἔστιν αὐτῷ μερὶς οὐδὲ κλῆρος μεθ' ὑμῶν

13 πρόσεχε σεαυτῷ μὴ ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου ἐν παντὶ τόπῳ οὗ ἐὰν ἴδῃς

14 ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτὸν ἐν μιᾷ τῶν φυλῶν σου ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον

15 ἀλλ' ἢ ἐν πάσῃ ἐπιθυμίᾳ σου θύσεις καὶ φάγῃ κρέα κατὰ τὴν εὐλογίαν κυρίου τοῦ θεοῦ σου ἣν ἔδωκέν σοι ἐν πάσῃ πόλει ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ἐπὶ τὸ αὐτὸ φάγεται αὐτὸ ὡς δορκάδα ἢ ἔλαφον

16 πλὴν τὸ αἷμα οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ

17 οὐ δυνήσῃ φαγεῖν ἐν ταῖς πόλεσίν σου τὸ ἐπιδέκατον τοῦ σίτου σου καὶ τοῦ οἴνου σου καὶ τοῦ ἐλαίου σου τὰ πρωτότοκα τῶν βοῶν σου καὶ τῶν προβάτων σου καὶ πάσας εὐχάς ὅσας ἂν εὔξησθε καὶ τὰς ὁμολογίας ὑμῶν καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν

18 ἀλλ' ἢ ἐναντίον κυρίου τοῦ θεοῦ σου φάγῃ αὐτὰ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται κύριος ὁ θεός σου αὐτῷ σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου ὁ παῖς σου καὶ ἡ παιδίσκη σου καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσιν ὑμῶν καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου ἐπὶ πάντα οὗ ἂν ἐπιβάλῃς τὴν χεῖρά σου

19 πρόσεχε σεαυτῷ μὴ ἐγκαταλίπῃς τὸν λευίτην πάντα τὸν χρόνον ὅσον ἐὰν ζῇς ἐπὶ τῆς γῆς

20 ἐὰν δὲ ἐμπλατύνῃ κύριος ὁ θεός σου τὰ ὅριά σου καθάπερ ἐλάλησέν σοι καὶ ἐρεῖς φάγομαι κρέα ἐὰν ἐπιθυμήσῃ ἡ ψυχή σου ὥστε φαγεῖν κρέα ἐν πάσῃ ἐπιθυμίᾳ τῆς ψυχῆς σου φάγῃ κρέα

21 ἐὰν δὲ μακρότερον ἀπέχῃ σου ὁ τόπος ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ καὶ θύσεις ἀπὸ τῶν βοῶν σου καὶ ἀπὸ τῶν προβάτων σου ὧν ἂν δῷ ὁ θεός σοι ὃν τρόπον ἐνετειλάμην σοι καὶ φάγῃ ἐν ταῖς πόλεσίν σου κατὰ τὴν ἐπιθυμίαν τῆς ψυχῆς σου

22 ὡς ἔσθεται ἡ δορκὰς καὶ ἡ ἔλαφος οὕτως φάγῃ αὐτό ὁ ἀκάθαρτος ἐν σοὶ καὶ ὁ καθαρὸς ὡσαύτως ἔδεται

23 πρόσεχε ἰσχυρῶς τοῦ μὴ φαγεῖν αἷμα ὅτι τὸ αἷμα αὐτοῦ ψυχή οὐ βρωθήσεται ἡ ψυχὴ μετὰ τῶν κρεῶν

24 οὐ φάγεσθε ἐπὶ τὴν γῆν ἐκχεεῖτε αὐτὸ ὡς ὕδωρ

25 οὐ φάγῃ αὐτό ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου μετὰ σέ ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου

26 πλὴν τὰ ἅγιά σου ἐὰν γένηταί σοι καὶ τὰς εὐχάς σου λαβὼν ἥξεις εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται κύριος ὁ θεός σου ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ

27 καὶ ποιήσεις τὰ ὁλοκαυτώματά σου τὰ κρέα ἀνοίσεις ἐπὶ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ σου τὸ δὲ αἷμα τῶν θυσιῶν σου προσχεεῖς πρὸς τὴν βάσιν τοῦ θυσιαστηρίου κυρίου τοῦ θεοῦ σου τὰ δὲ κρέα φάγῃ

28 φυλάσσου καὶ ἄκουε καὶ ποιήσεις πάντας τοὺς λόγους οὓς ἐγὼ ἐντέλλομαί σοι ἵνα εὖ σοι γένηται καὶ τοῖς υἱοῖς σου δι' αἰῶνος ἐὰν ποιήσῃς τὸ καλὸν καὶ τὸ ἀρεστὸν ἐναντίον κυρίου τοῦ θεοῦ σου

29 ἐὰν δὲ ἐξολεθρεύσῃ κύριος ὁ θεός σου τὰ ἔθνη εἰς οὓς σὺ εἰσπορεύῃ ἐκεῖ κληρονομῆσαι τὴν γῆν αὐτῶν ἀπὸ προσώπου σου καὶ κατακληρονομήσῃς αὐτοὺς καὶ κατοικήσῃς ἐν τῇ γῇ αὐτῶν

30 πρόσεχε σεαυτῷ μὴ ἐκζητήσῃς ἐπακολουθῆσαι αὐτοῖς μετὰ τὸ ἐξολεθρευθῆναι αὐτοὺς ἀπὸ προσώπου σου οὐ μὴ ἐκζητήσῃς τοὺς θεοὺς αὐτῶν λέγων πῶς ποιοῦσιν τὰ ἔθνη ταῦτα τοῖς θεοῖς αὐτῶν ποιήσω κἀγώ

31 οὐ ποιήσεις οὕτως κυρίῳ τῷ θεῷ σου τὰ γὰρ βδελύγματα ἃ κύριος ἐμίσησεν ἐποίησαν τοῖς θεοῖς αὐτῶν ὅτι τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν κατακαίουσιν ἐν πυρὶ τοῖς θεοῖς αὐτῶν

   

Biblija

 

1 Chronicles 29

Studija

   

1 καὶ εἶπεν δαυιδ ὁ βασιλεὺς πάσῃ τῇ ἐκκλησίᾳ σαλωμων ὁ υἱός μου εἷς ὃν ᾑρέτικεν ἐν αὐτῷ κύριος νέος καὶ ἁπαλός καὶ τὸ ἔργον μέγα ὅτι οὐκ ἀνθρώπῳ ἡ οἰκοδομή ἀλλ' ἢ κυρίῳ θεῷ

2 κατὰ πᾶσαν τὴν δύναμιν ἡτοίμακα εἰς οἶκον θεοῦ μου χρυσίον ἀργύριον χαλκόν σίδηρον ξύλα λίθους σοομ καὶ πληρώσεως καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον καὶ πάριον πολύν

3 καὶ ἔτι ἐν τῷ εὐδοκῆσαί με ἐν οἴκῳ θεοῦ μου ἔστιν μοι ὃ περιπεποίημαι χρυσίον καὶ ἀργύριον καὶ ἰδοὺ δέδωκα εἰς οἶκον θεοῦ μου εἰς ὕψος ἐκτὸς ὧν ἡτοίμακα εἰς τὸν οἶκον τῶν ἁγίων

4 τρισχίλια τάλαντα χρυσίου τοῦ ἐκ σουφιρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξαλειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ

5 διὰ χειρὸς τεχνιτῶν καὶ τίς ὁ προθυμούμενος πληρῶσαι τὰς χεῖρας αὐτοῦ σήμερον κυρίῳ

6 καὶ προεθυμήθησαν ἄρχοντες τῶν πατριῶν καὶ οἱ ἄρχοντες τῶν υἱῶν ισραηλ καὶ οἱ χιλίαρχοι καὶ οἱ ἑκατόνταρχοι καὶ οἱ προστάται τῶν ἔργων καὶ οἱ οἰκονόμοι τοῦ βασιλέως

7 καὶ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου χρυσίου τάλαντα πεντακισχίλια καὶ χρυσοῦς μυρίους καὶ ἀργυρίου ταλάντων δέκα χιλιάδας καὶ χαλκοῦ τάλαντα μύρια ὀκτακισχίλια καὶ σιδήρου ταλάντων χιλιάδας ἑκατόν

8 καὶ οἷς εὑρέθη παρ' αὐτοῖς λίθος ἔδωκαν εἰς τὰς ἀποθήκας οἴκου κυρίου διὰ χειρὸς ιιηλ τοῦ γηρσωνι

9 καὶ εὐφράνθη ὁ λαὸς ὑπὲρ τοῦ προθυμηθῆναι ὅτι ἐν καρδίᾳ πλήρει προεθυμήθησαν τῷ κυρίῳ καὶ δαυιδ ὁ βασιλεὺς εὐφράνθη μεγάλως

10 καὶ εὐλόγησεν ὁ βασιλεὺς δαυιδ τὸν κύριον ἐνώπιον τῆς ἐκκλησίας λέγων εὐλογητὸς εἶ κύριε ὁ θεὸς ισραηλ ὁ πατὴρ ἡμῶν ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος

11 σοί κύριε ἡ μεγαλωσύνη καὶ ἡ δύναμις καὶ τὸ καύχημα καὶ ἡ νίκη καὶ ἡ ἰσχύς ὅτι σὺ πάντων τῶν ἐν τῷ οὐρανῷ καὶ ἐπὶ τῆς γῆς δεσπόζεις ἀπὸ προσώπου σου ταράσσεται πᾶς βασιλεὺς καὶ ἔθνος

12 παρὰ σοῦ ὁ πλοῦτος καὶ ἡ δόξα σὺ πάντων ἄρχεις κύριε ὁ ἄρχων πάσης ἀρχῆς καὶ ἐν χειρί σου ἰσχὺς καὶ δυναστεία καὶ ἐν χειρί σου παντοκράτωρ μεγαλῦναι καὶ κατισχῦσαι τὰ πάντα

13 καὶ νῦν κύριε ἐξομολογούμεθά σοι καὶ αἰνοῦμεν τὸ ὄνομα τῆς καυχήσεώς σου

14 καὶ τίς εἰμι ἐγὼ καὶ τίς ὁ λαός μου ὅτι ἰσχύσαμεν προθυμηθῆναί σοι κατὰ ταῦτα ὅτι σὰ τὰ πάντα καὶ ἐκ τῶν σῶν δεδώκαμέν σοι

15 ὅτι πάροικοί ἐσμεν ἐναντίον σου καὶ παροικοῦντες ὡς πάντες οἱ πατέρες ἡμῶν ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ γῆς καὶ οὐκ ἔστιν ὑπομονή

16 κύριε ὁ θεὸς ἡμῶν πᾶν τὸ πλῆθος τοῦτο ὃ ἡτοίμακα οἰκοδομηθῆναι οἶκον τῷ ὀνόματι τῷ ἁγίῳ σου ἐκ χειρός σού ἐστιν καὶ σοὶ τὰ πάντα

17 καὶ ἔγνων κύριε ὅτι σὺ εἶ ὁ ἐτάζων καρδίας καὶ δικαιοσύνην ἀγαπᾷς ἐν ἁπλότητι καρδίας προεθυμήθην πάντα ταῦτα καὶ νῦν τὸν λαόν σου τὸν εὑρεθέντα ὧδε εἶδον ἐν εὐφροσύνῃ προθυμηθέντα σοι

18 κύριε ὁ θεὸς αβρααμ καὶ ισαακ καὶ ισραηλ τῶν πατέρων ἡμῶν φύλαξον ταῦτα ἐν διανοίᾳ καρδίας λαοῦ σου εἰς τὸν αἰῶνα καὶ κατεύθυνον τὰς καρδίας αὐτῶν πρὸς σέ

19 καὶ σαλωμων τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματά σου καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου

20 καὶ εἶπεν δαυιδ πάσῃ τῇ ἐκκλησίᾳ εὐλογήσατε κύριον τὸν θεὸν ὑμῶν καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν τῷ κυρίῳ καὶ τῷ βασιλεῖ

21 καὶ ἔθυσεν δαυιδ τῷ κυρίῳ θυσίας καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας μόσχους χιλίους κριοὺς χιλίους ἄρνας χιλίους καὶ τὰς σπονδὰς αὐτῶν καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ ισραηλ

22 καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς καὶ ἐβασίλευσαν ἐκ δευτέρου τὸν σαλωμων υἱὸν δαυιδ καὶ ἔχρισαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ σαδωκ εἰς ἱερωσύνην

23 καὶ ἐκάθισεν σαλωμων ἐπὶ θρόνου δαυιδ τοῦ πατρὸς αὐτοῦ καὶ εὐδοκήθη καὶ ἐπήκουσαν αὐτοῦ πᾶς ισραηλ

24 οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ πάντες υἱοὶ τοῦ βασιλέως δαυιδ πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ

25 καὶ ἐμεγάλυνεν κύριος τὸν σαλωμων ἐπάνωθεν ἐναντίον παντὸς ισραηλ καὶ ἔδωκεν αὐτῷ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ

26 καὶ δαυιδ υἱὸς ιεσσαι ἐβασίλευσεν ἐπὶ ισραηλ

27 ἔτη τεσσαράκοντα ἐν χεβρων ἔτη ἑπτὰ καὶ ἐν ιερουσαλημ ἔτη τριάκοντα τρία

28 καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ πλήρης ἡμερῶν πλούτῳ καὶ δόξῃ καὶ ἐβασίλευσεν σαλωμων υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ

29 οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως δαυιδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις σαμουηλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων ναθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων γαδ τοῦ βλέποντος

30 περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ καὶ οἱ καιροί οἳ ἐγένοντο ἐπ' αὐτῷ καὶ ἐπὶ τὸν ισραηλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς