La Biblia

 

Joel 4

Estudio

1 διότι ἰδοὺ ἐγὼ ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ὅταν ἐπιστρέψω τὴν αἰχμαλωσίαν ιουδα καὶ ιερουσαλημ

2 καὶ συνάξω πάντα τὰ ἔθνη καὶ κατάξω αὐτὰ εἰς τὴν κοιλάδα ιωσαφατ καὶ διακριθήσομαι πρὸς αὐτοὺς ἐκεῖ ὑπὲρ τοῦ λαοῦ μου καὶ τῆς κληρονομίας μου ισραηλ οἳ διεσπάρησαν ἐν τοῖς ἔθνεσιν καὶ τὴν γῆν μου καταδιείλαντο

3 καὶ ἐπὶ τὸν λαόν μου ἔβαλον κλήρους καὶ ἔδωκαν τὰ παιδάρια πόρναις καὶ τὰ κοράσια ἐπώλουν ἀντὶ οἴνου καὶ ἔπινον

4 καὶ τί καὶ ὑμεῖς ἐμοί τύρος καὶ σιδὼν καὶ πᾶσα γαλιλαία ἀλλοφύλων μὴ ἀνταπόδομα ὑμεῖς ἀνταποδίδοτέ μοι ἢ μνησικακεῖτε ὑμεῖς ἐπ' ἐμοὶ ὀξέως καὶ ταχέως ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν

5 ἀνθ' ὧν τὸ ἀργύριόν μου καὶ τὸ χρυσίον μου ἐλάβετε καὶ τὰ ἐπίλεκτά μου καὶ τὰ καλὰ εἰσηνέγκατε εἰς τοὺς ναοὺς ὑμῶν

6 καὶ τοὺς υἱοὺς ιουδα καὶ τοὺς υἱοὺς ιερουσαλημ ἀπέδοσθε τοῖς υἱοῖς τῶν ἑλλήνων ὅπως ἐξώσητε αὐτοὺς ἐκ τῶν ὁρίων αὐτῶν

7 ἰδοὺ ἐγὼ ἐξεγείρω αὐτοὺς ἐκ τοῦ τόπου οὗ ἀπέδοσθε αὐτοὺς ἐκεῖ καὶ ἀνταποδώσω τὸ ἀνταπόδομα ὑμῶν εἰς κεφαλὰς ὑμῶν

8 καὶ ἀποδώσομαι τοὺς υἱοὺς ὑμῶν καὶ τὰς θυγατέρας ὑμῶν εἰς χεῖρας υἱῶν ιουδα καὶ ἀποδώσονται αὐτοὺς εἰς αἰχμαλωσίαν εἰς ἔθνος μακρὰν ἀπέχον ὅτι κύριος ἐλάλησεν

9 κηρύξατε ταῦτα ἐν τοῖς ἔθνεσιν ἁγιάσατε πόλεμον ἐξεγείρατε τοὺς μαχητάς προσαγάγετε καὶ ἀναβαίνετε πάντες ἄνδρες πολεμισταί

10 συγκόψατε τὰ ἄροτρα ὑμῶν εἰς ῥομφαίας καὶ τὰ δρέπανα ὑμῶν εἰς σειρομάστας ὁ ἀδύνατος λεγέτω ὅτι ἰσχύω ἐγώ

11 συναθροίζεσθε καὶ εἰσπορεύεσθε πάντα τὰ ἔθνη κυκλόθεν καὶ συνάχθητε ἐκεῖ ὁ πραῢς ἔστω μαχητής

12 ἐξεγειρέσθωσαν καὶ ἀναβαινέτωσαν πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα ιωσαφατ διότι ἐκεῖ καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη κυκλόθεν

13 ἐξαποστείλατε δρέπανα ὅτι παρέστηκεν τρύγητος εἰσπορεύεσθε πατεῖτε διότι πλήρης ἡ ληνός ὑπερεκχεῖται τὰ ὑπολήνια ὅτι πεπλήθυνται τὰ κακὰ αὐτῶν

14 ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης ὅτι ἐγγὺς ἡμέρα κυρίου ἐν τῇ κοιλάδι τῆς δίκης

15 ὁ ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσιν καὶ οἱ ἀστέρες δύσουσιν φέγγος αὐτῶν

16 ὁ δὲ κύριος ἐκ σιων ἀνακεκράξεται καὶ ἐξ ιερουσαλημ δώσει φωνὴν αὐτοῦ καὶ σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ ὁ δὲ κύριος φείσεται τοῦ λαοῦ αὐτοῦ καὶ ἐνισχύσει κύριος τοὺς υἱοὺς ισραηλ

17 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ κατασκηνῶν ἐν σιων ἐν ὄρει ἁγίῳ μου καὶ ἔσται ιερουσαλημ πόλις ἁγία καὶ ἀλλογενεῖς οὐ διελεύσονται δι' αὐτῆς οὐκέτι

18 καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσταλάξει τὰ ὄρη γλυκασμόν καὶ οἱ βουνοὶ ῥυήσονται γάλα καὶ πᾶσαι αἱ ἀφέσεις ιουδα ῥυήσονται ὕδατα καὶ πηγὴ ἐξ οἴκου κυρίου ἐξελεύσεται καὶ ποτιεῖ τὸν χειμάρρουν τῶν σχοίνων

19 αἴγυπτος εἰς ἀφανισμὸν ἔσται καὶ ἡ ιδουμαία εἰς πεδίον ἀφανισμοῦ ἔσται ἐξ ἀδικιῶν υἱῶν ιουδα ἀνθ' ὧν ἐξέχεαν αἷμα δίκαιον ἐν τῇ γῇ αὐτῶν

20 ἡ δὲ ιουδαία εἰς τὸν αἰῶνα κατοικηθήσεται καὶ ιερουσαλημ εἰς γενεὰς γενεῶν

21 καὶ ἐκδικήσω τὸ αἷμα αὐτῶν καὶ οὐ μὴ ἀθῳώσω καὶ κύριος κατασκηνώσει ἐν σιων

De obras de Swedenborg

 

Scriptural Confirmations #55

  
/ 101  
  

55. 27. A nation is come up upon my land and hath laid waste my vine (Joel 1:6-7.)

(Alas for the day! for the day of Jehovah is at hand, as vastation from the thunderer shall it come. The storehouses are devastated, the garners are destroyed, even the flocks of sheep are made desolate, the fire hath devoured the habitations of the wilderness (Joel 1:15-20).)

Before Him the earth was moved, the heavens trembled, the sun and moon were blackened, and the stars withdrew their shining. Jehovah uttered His voice before His army, for the day of Jehovah is great and very terrible; who shall abide it? (Joel 2:10-11.)

Afterwards the great and terrible day is treated of (Joel 2:1-11). The coming of Jehovah and then the New Church, is treated of (12-27) and it is said that it shall come to pass afterwards, I will pour out my spirit upon all flesh so that your sons and your daughters shall prophesy, etc. (2:28), and it is said, the sun shall be turned into darkness, and the moon into blood, before the great and terrible day of Jehovah come. But it shall come to pass that everyone who shall call upon the name of Jehovah shall be delivered, for in Mount Zion and in Jerusalem shall be escape (2:31-32).

Heaps, heaps in the valley of decision, for the day of Jehovah is near in the valley of decision. The sun and the moon were blackened and the stars withdrew their shining. Jehovah shall roar out of Zion, and utter His voice from Jerusalem so that the heavens and the earth shall shake, but Jehovah will be the refuge of His people; then will Jerusalem be holiness. It shall come to pass in that day that the mountains shall drop down must, and the hills shall flow with milk. Judah shall dwell forever and Jerusalem to the generation of generations (Joel 3:14-20).

  
/ 101  
  

Thanks to the Swedenborg Foundation for their permission to use this translation.