Psalms 40

Estudio

  

1 εις το τελος ψαλμος τω δαυιδ

2 μακαριος ο συνιων επι πτωχον και πενητα εν ημερα πονηρα ρυσεται αυτον ο κυριος

3 κυριος διαφυλαξαι αυτον και ζησαι αυτον και μακαρισαι αυτον εν τη γη και μη παραδωη αυτον εις χειρας εχθρου αυτου

4 κυριος βοηθησαι αυτω επι κλινης οδυνης αυτου ολην την κοιτην αυτου εστρεψας εν τη αρρωστια αυτου

5 εγω ειπα κυριε ελεησον με ιασαι την ψυχην μου οτι ημαρτον σοι

6 οι εχθροι μου ειπαν κακα μοι ποτε αποθανειται και απολειται το ονομα αυτου

7 και ει εισεπορευετο του ιδειν ματην ελαλει η καρδια αυτου συνηγαγεν ανομιαν εαυτω εξεπορευετο εξω και ελαλει

8 επι το αυτο κατ' εμου εψιθυριζον παντες οι εχθροι μου κατ' εμου ελογιζοντο κακα μοι

9 λογον παρανομον κατεθεντο κατ' εμου μη ο κοιμωμενος ουχι προσθησει του αναστηναι

10 και γαρ ο ανθρωπος της ειρηνης μου εφ' ον ηλπισα ο εσθιων αρτους μου εμεγαλυνεν επ' εμε πτερνισμον

11 συ δε κυριε ελεησον με και αναστησον με και ανταποδωσω αυτοις

12 εν τουτω εγνων οτι τεθεληκας με οτι ου μη επιχαρη ο εχθρος μου επ' εμε

13 εμου δε δια την ακακιαν αντελαβου και εβεβαιωσας με ενωπιον σου εις τον αιωνα

14 ευλογητος κυριος ο θεος ισραηλ απο του αιωνος και εις τον αιωνα γενοιτο γενοιτο