Genesis 33

Studieren Sie die innere Bedeutung

Greek OT: LXX [A] Unaccented

← Genesis 32   Genesis 34 →

1 αναβλεψας δε ιακωβ ειδεν και ιδου ησαυ ο αδελφος αυτου ερχομενος και τετρακοσιοι ανδρες μετ' αυτου και επιδιειλεν ιακωβ τα παιδια επι λειαν και ραχηλ και τας δυο παιδισκας

2 και εποιησεν τας δυο παιδισκας και τους υιους αυτων εν πρωτοις και λειαν και τα παιδια αυτης οπισω και ραχηλ και ιωσηφ εσχατους

3 αυτος δε προηλθεν εμπροσθεν αυτων και προσεκυνησεν επι την γην επτακις εως του εγγισαι του αδελφου αυτου

4 και προσεδραμεν ησαυ εις συναντησιν αυτω και περιλαβων αυτον εφιλησεν και προσεπεσεν επι τον τραχηλον αυτου και εκλαυσαν αμφοτεροι

5 και αναβλεψας ειδεν τας γυναικας και τα παιδια και ειπεν τι ταυτα σοι εστιν ο δε ειπεν τα παιδια οις ηλεησεν ο θεος τον παιδα σου

6 και προσηγγισαν αι παιδισκαι και τα τεκνα αυτων και προσεκυνησαν

7 και προσηγγισεν λεια και τα τεκνα αυτης και προσεκυνησαν και μετα ταυτα προσηγγισεν ραχηλ και ιωσηφ και προσεκυνησαν

8 και ειπεν τι ταυτα σοι εστιν πασαι αι παρεμβολαι αυται αις απηντηκα ο δε ειπεν ινα ευρη ο παις σου χαριν εναντιον σου κυριε

9 ειπεν δε ησαυ εστιν μοι πολλα αδελφε εστω σοι τα σα

10 ειπεν δε ιακωβ ει ευρηκα χαριν εναντιον σου δεξαι τα δωρα δια των εμων χειρων ενεκεν τουτου ειδον το προσωπον σου ως αν τις ιδοι προσωπον θεου και ευδοκησεις με

11 λαβε τας ευλογιας μου ας ηνεγκα σοι οτι ηλεησεν με ο θεος και εστιν μοι παντα και εβιασατο αυτον και ελαβεν

12 και ειπεν απαραντες πορευσομεθα επ' ευθειαν

13 ειπεν δε αυτω ο κυριος μου γινωσκει οτι τα παιδια απαλωτερα και τα προβατα και αι βοες λοχευονται επ' εμε εαν ουν καταδιωξω αυτους ημεραν μιαν αποθανουνται παντα τα κτηνη

14 προελθετω ο κυριος μου εμπροσθεν του παιδος εγω δε ενισχυσω εν τη οδω κατα σχολην της πορευσεως της εναντιον μου και κατα ποδα των παιδαριων εως του με ελθειν προς τον κυριον μου εις σηιρ

15 ειπεν δε ησαυ καταλειψω μετα σου απο του λαου του μετ' εμου ο δε ειπεν ινα τι τουτο ικανον οτι ευρον χαριν εναντιον σου κυριε

16 απεστρεψεν δε ησαυ εν τη ημερα εκεινη εις την οδον αυτου εις σηιρ

17 και ιακωβ απαιρει εις σκηνας και εποιησεν εαυτω εκει οικιας και τοις κτηνεσιν αυτου εποιησεν σκηνας δια τουτο εκαλεσεν το ονομα του τοπου εκεινου σκηναι

18 και ηλθεν ιακωβ εις σαλημ πολιν σικιμων η εστιν εν γη χανααν οτε ηλθεν εκ της μεσοποταμιας συριας και παρενεβαλεν κατα προσωπον της πολεως

19 και εκτησατο την μεριδα του αγρου ου εστησεν εκει την σκηνην αυτου παρα εμμωρ πατρος συχεμ εκατον αμνων

20 και εστησεν εκει θυσιαστηριον και επεκαλεσατο τον θεον ισραηλ

← Genesis 32   Genesis 34 →
   Studieren Sie die innere Bedeutung
Swedenborg

Haupterklärung(en) aus den Werken Swedenborgs:

Arcana Coelestia 4336, 4338, 4339, 4340, 4341, 4342, 4343, ...


Weitere Verweise Swedenborgs zu diesem Kapitel:

Arcana Coelestia 1441, 2157, 2868, 2943, 3616, 4337, 4345, ...

Anderer Kommentar

  Geschichten:



Hop to Similar Bible Verses

Genesis 12:6, 7, 8, 18:2, 23:13, 15, 32:4, 6, 7, 14, 21, 45:14, 46:29, 48:9

Joshua 24:32

Judges 8:5, 9:28

1 Samuel 20:41, 25:27

1 Kings 7:46

2 Kings 5:23

1 Chronicles 29:10

Proverbs 12:10

John 4:5

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Jacob and Esau
Article | Ages 15 - 17

 Jacob Returns Home - Level A
Complete lesson with activity choices: act out Jacob and Esau's meeting, make a paper plate mobile of the Lord's face smiling at us, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Jacob Returns Home - Level B
Complete lesson with activity choices: act out Jacob and Esau's meeting, make a diorama of their reunion, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Jacob Returns Home - Level C
Complete lesson with activity choices: read about the appearance of angels and devils and draw cartoons depicting their spiritual qualities, map activity on Canaan's compass, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Jacob Returns Home - Level D
Complete lesson with activity choices: create ink blot pictures as the start of a discussion about seeing the face of God in other people, read about the appearance of angels and devils and draw cartoons depicting their spiritual qualities, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Jacob’s Return
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Overview of Jacob and Esau Levels A B C D for ages 3-18
An overview of the Youth Journey Program "Jacob and Esau", Levels A, B, D, and D, for ages 3-18.
Sunday School Lesson | Ages 3 - 18

 The Happy Meeting of Jacob and Esau
Coloring Page | Ages 7 - 14


Übersetzen