Genesis 27

Studieren Sie die innere Bedeutung

Greek OT: LXX [A] Unaccented

← Genesis 26   Genesis 28 →

1 εγενετο δε μετα το γηρασαι ισαακ και ημβλυνθησαν οι οφθαλμοι αυτου του οραν και εκαλεσεν ησαυ τον υιον αυτου τον πρεσβυτερον και ειπεν αυτω υιε μου και ειπεν ιδου εγω

2 και ειπεν ιδου γεγηρακα και ου γινωσκω την ημεραν της τελευτης μου

3 νυν ουν λαβε το σκευος σου την τε φαρετραν και το τοξον και εξελθε εις το πεδιον και θηρευσον μοι θηραν

4 και ποιησον μοι εδεσματα ως φιλω εγω και ενεγκε μοι ινα φαγω οπως ευλογηση σε η ψυχη μου πριν αποθανειν με

5 ρεβεκκα δε ηκουσεν λαλουντος ισαακ προς ησαυ τον υιον αυτου επορευθη δε ησαυ εις το πεδιον θηρευσαι θηραν τω πατρι αυτου

6 ρεβεκκα δε ειπεν προς ιακωβ τον υιον αυτης τον ελασσω ιδε εγω ηκουσα του πατρος σου λαλουντος προς ησαυ τον αδελφον σου λεγοντος

7 ενεγκον μοι θηραν και ποιησον μοι εδεσματα και φαγων ευλογησω σε εναντιον κυριου προ του αποθανειν με

8 νυν ουν υιε ακουσον μου καθα εγω σοι εντελλομαι

9 και πορευθεις εις τα προβατα λαβε μοι εκειθεν δυο εριφους απαλους και καλους και ποιησω αυτους εδεσματα τω πατρι σου ως φιλει

10 και εισοισεις τω πατρι σου και φαγεται οπως ευλογηση σε ο πατηρ σου προ του αποθανειν αυτον

11 ειπεν δε ιακωβ προς ρεβεκκαν την μητερα αυτου εστιν ησαυ ο αδελφος μου ανηρ δασυς εγω δε ανηρ λειος

12 μηποτε ψηλαφηση με ο πατηρ μου και εσομαι εναντιον αυτου ως καταφρονων και επαξω επ' εμαυτον καταραν και ουκ ευλογιαν

13 ειπεν δε αυτω η μητηρ επ' εμε η καταρα σου τεκνον μονον υπακουσον της φωνης μου και πορευθεις ενεγκε μοι

14 πορευθεις δε ελαβεν και ηνεγκεν τη μητρι και εποιησεν η μητηρ αυτου εδεσματα καθα εφιλει ο πατηρ αυτου

15 και λαβουσα ρεβεκκα την στολην ησαυ του υιου αυτης του πρεσβυτερου την καλην η ην παρ' αυτη εν τω οικω ενεδυσεν ιακωβ τον υιον αυτης τον νεωτερον

16 και τα δερματα των εριφων περιεθηκεν επι τους βραχιονας αυτου και επι τα γυμνα του τραχηλου αυτου

17 και εδωκεν τα εδεσματα και τους αρτους ους εποιησεν εις τας χειρας ιακωβ του υιου αυτης

18 και εισηνεγκεν τω πατρι αυτου ειπεν δε πατερ ο δε ειπεν ιδου εγω τις ει συ τεκνον

19 και ειπεν ιακωβ τω πατρι αυτου εγω ησαυ ο πρωτοτοκος σου εποιησα καθα ελαλησας μοι αναστας καθισον και φαγε της θηρας μου οπως ευλογηση με η ψυχη σου

20 ειπεν δε ισαακ τω υιω αυτου τι τουτο ο ταχυ ευρες ω τεκνον ο δε ειπεν ο παρεδωκεν κυριος ο θεος σου εναντιον μου

21 ειπεν δε ισαακ τω ιακωβ εγγισον μοι και ψηλαφησω σε τεκνον ει συ ει ο υιος μου ησαυ η ου

22 ηγγισεν δε ιακωβ προς ισαακ τον πατερα αυτου και εψηλαφησεν αυτον και ειπεν η μεν φωνη φωνη ιακωβ αι δε χειρες χειρες ησαυ

23 και ουκ επεγνω αυτον ησαν γαρ αι χειρες αυτου ως αι χειρες ησαυ του αδελφου αυτου δασειαι και ηυλογησεν αυτον

24 και ειπεν συ ει ο υιος μου ησαυ ο δε ειπεν εγω

25 και ειπεν προσαγαγε μοι και φαγομαι απο της θηρας σου τεκνον ινα ευλογηση σε η ψυχη μου και προσηγαγεν αυτω και εφαγεν και εισηνεγκεν αυτω οινον και επιεν

26 και ειπεν αυτω ισαακ ο πατηρ αυτου εγγισον μοι και φιλησον με τεκνον

27 και εγγισας εφιλησεν αυτον και ωσφρανθη την οσμην των ιματιων αυτου και ηυλογησεν αυτον και ειπεν ιδου οσμη του υιου μου ως οσμη αγρου πληρους ον ηυλογησεν κυριος

28 και δωη σοι ο θεος απο της δροσου του ουρανου και απο της πιοτητος της γης και πληθος σιτου και οινου

29 και δουλευσατωσαν σοι εθνη και προσκυνησουσιν σοι αρχοντες και γινου κυριος του αδελφου σου και προσκυνησουσιν σοι οι υιοι του πατρος σου ο καταρωμενος σε επικαταρατος ο δε ευλογων σε ευλογημενος

30 και εγενετο μετα το παυσασθαι ισαακ ευλογουντα ιακωβ τον υιον αυτου και εγενετο ως εξηλθεν ιακωβ απο προσωπου ισαακ του πατρος αυτου και ησαυ ο αδελφος αυτου ηλθεν απο της θηρας

31 και εποιησεν και αυτος εδεσματα και προσηνεγκεν τω πατρι αυτου και ειπεν τω πατρι αναστητω ο πατηρ μου και φαγετω της θηρας του υιου αυτου οπως ευλογηση με η ψυχη σου

32 και ειπεν αυτω ισαακ ο πατηρ αυτου τις ει συ ο δε ειπεν εγω ειμι ο υιος σου ο πρωτοτοκος ησαυ

33 εξεστη δε ισαακ εκστασιν μεγαλην σφοδρα και ειπεν τις ουν ο θηρευσας μοι θηραν και εισενεγκας μοι και εφαγον απο παντων προ του σε ελθειν και ηυλογησα αυτον και ευλογημενος εστω

34 εγενετο δε ηνικα ηκουσεν ησαυ τα ρηματα ισαακ του πατρος αυτου ανεβοησεν φωνην μεγαλην και πικραν σφοδρα και ειπεν ευλογησον δη καμε πατερ

35 ειπεν δε αυτω ελθων ο αδελφος σου μετα δολου ελαβεν την ευλογιαν σου

36 και ειπεν δικαιως εκληθη το ονομα αυτου ιακωβ επτερνικεν γαρ με ηδη δευτερον τουτο τα τε πρωτοτοκια μου ειληφεν και νυν ειληφεν την ευλογιαν μου και ειπεν ησαυ τω πατρι αυτου ουχ υπελιπω μοι ευλογιαν πατερ

37 αποκριθεις δε ισαακ ειπεν τω ησαυ ει κυριον αυτον εποιησα σου και παντας τους αδελφους αυτου εποιησα αυτου οικετας σιτω και οινω εστηρισα αυτον σοι δε τι ποιησω τεκνον

38 ειπεν δε ησαυ προς τον πατερα αυτου μη ευλογια μια σοι εστιν πατερ ευλογησον δη καμε πατερ κατανυχθεντος δε ισαακ ανεβοησεν φωνην ησαυ και εκλαυσεν

39 αποκριθεις δε ισαακ ο πατηρ αυτου ειπεν αυτω ιδου απο της πιοτητος της γης εσται η κατοικησις σου και απο της δροσου του ουρανου ανωθεν

40 και επι τη μαχαιρη σου ζηση και τω αδελφω σου δουλευσεις εσται δε ηνικα εαν καθελης και εκλυσεις τον ζυγον αυτου απο του τραχηλου σου

41 και ενεκοτει ησαυ τω ιακωβ περι της ευλογιας ης ευλογησεν αυτον ο πατηρ αυτου ειπεν δε ησαυ εν τη διανοια εγγισατωσαν αι ημεραι του πενθους του πατρος μου ινα αποκτεινω ιακωβ τον αδελφον μου

42 απηγγελη δε ρεβεκκα τα ρηματα ησαυ του υιου αυτης του πρεσβυτερου και πεμψασα εκαλεσεν ιακωβ τον υιον αυτης τον νεωτερον και ειπεν αυτω ιδου ησαυ ο αδελφος σου απειλει σοι του αποκτειναι σε

43 νυν ουν τεκνον ακουσον μου της φωνης και αναστας αποδραθι εις την μεσοποταμιαν προς λαβαν τον αδελφον μου εις χαρραν

44 και οικησον μετ' αυτου ημερας τινας εως του αποστρεψαι τον θυμον

45 και την οργην του αδελφου σου απο σου και επιλαθηται α πεποιηκας αυτω και αποστειλασα μεταπεμψομαι σε εκειθεν μηποτε ατεκνωθω απο των δυο υμων εν ημερα μια

46 ειπεν δε ρεβεκκα προς ισαακ προσωχθικα τη ζωη μου δια τας θυγατερας των υιων χετ ει λημψεται ιακωβ γυναικα απο των θυγατερων της γης ταυτης ινα τι μοι ζην

← Genesis 26   Genesis 28 →
   Studieren Sie die innere Bedeutung
Swedenborg

Haupterklärung(en) aus den Werken Swedenborgs:

Arcana Coelestia 3490, 3496, 3497, 3498, 3506, 3507, 3508, ...


Weitere Verweise Swedenborgs zu diesem Kapitel:

Arcana Coelestia 296, 367, 925, 1430, 2576, 3296, 3304, ...


References from Swedenborg's unpublished works:

Apocalypse Explained 376, 1159

Spiritual Experiences (Travel Diary) 4697

Anderer Kommentar

  Geschichten:



Hop to Similar Bible Verses

Genesis 11:31, 12:3, 22:17, 24:29, 25:20, 23, 25, 26, 28, 33, 26:35, 27:11, 23, 27, 29, 39, 40, 28:1, 29:25, 37:18, 45:18, 48:9, 10, 15, 50:15

Exodus 20:7

Deuteronomy 11:11, 27:18, 33:13, 28

1 Samuel 3:2

1 Kings 13:18, 14:4, 22:48

2 Kings 8:20

2 Chronicles 22:3

Esther 4:1

Proverbs 18:19

Ecclesiastes 12:3

Amos 1:11

Hebrews 11:20, 12:17

1 John 3:15

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Birth of Jacob and Esau, Jacob Steals Esau's Blessing
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Esau and Jacob
Coloring Page | Ages 7 - 14

 Jacob and Esau
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Jacob and Esau - Level A
Complete lesson with activity choices: act out Esau selling his birthright to Jacob, make a collage showing that the Lord loves everyone, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Jacob and Esau - Level B
Complete lesson with activity choices: act out Jacob stealing Esau's blessing, make a pictorial chart showing the differences between Jacob and Esau, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Jacob and Esau - Level C
Complete lesson with activity choices: head or heart role play, map activity on the peaks and valleys of Canaan, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Jacob and Esau - Level D
Complete lesson with activity choices: mask making activity on unmasking our hidden potential, philosopher's chair activity on which is more important--the will or the understanding, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Jacob's Dream - Level A
Complete lesson with activity choices: make angel crowns and act out Jacob's dream, make a collage of Jacob's Ladder, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Jacob's Dream - Level B
Complete lesson with activity choices: make angel crowns and act out Jacob's dream, make a pocket stone or necklace to remind you that the Lord is always with you, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Jacob's Dream - Level C
Complete lesson with activity choices: flight or fight attitude jar, look closer at the ladder of life, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Overview of Jacob and Esau Levels A B C D for ages 3-18
An overview of the Youth Journey Program "Jacob and Esau", Levels A, B, D, and D, for ages 3-18.
Sunday School Lesson | Ages 3 - 18

 The Ladder in Jacob's Dream
Worship Talk | Ages 7 - 14

 The Sixth Day of Creation
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Steps of Truth
The Lord has given each one of us the same thing that He showed Jacob in the dream. He has given each of us the ladder that goes up to heaven, on which there are angels going up and coming down.
Worship Talk | Ages 15 - 17


Übersetzen