Genesis 18

Studieren Sie die innere Bedeutung

Greek OT: LXX [A] Unaccented

← Genesis 17   Genesis 19 →

1 ωφθη δε αυτω ο θεος προς τη δρυι τη μαμβρη καθημενου αυτου επι της θυρας της σκηνης αυτου μεσημβριας

2 αναβλεψας δε τοις οφθαλμοις αυτου ειδεν και ιδου τρεις ανδρες ειστηκεισαν επανω αυτου και ιδων προσεδραμεν εις συναντησιν αυτοις απο της θυρας της σκηνης αυτου και προσεκυνησεν επι την γην

3 και ειπεν κυριε ει αρα ευρον χαριν εναντιον σου μη παρελθης τον παιδα σου

4 λημφθητω δη υδωρ και νιψατωσαν τους ποδας υμων και καταψυξατε υπο το δενδρον

5 και λημψομαι αρτον και φαγεσθε και μετα τουτο παρελευσεσθε εις την οδον υμων ου εινεκεν εξεκλινατε προς τον παιδα υμων και ειπαν ουτως ποιησον καθως ειρηκας

6 και εσπευσεν αβρααμ επι την σκηνην προς σαρραν και ειπεν αυτη σπευσον και φυρασον τρια μετρα σεμιδαλεως και ποιησον εγκρυφιας

7 και εις τας βοας εδραμεν αβρααμ και ελαβεν μοσχαριον απαλον και καλον και εδωκεν τω παιδι και εταχυνεν του ποιησαι αυτο

8 ελαβεν δε βουτυρον και γαλα και το μοσχαριον ο εποιησεν και παρεθηκεν αυτοις και εφαγοσαν αυτος δε παρειστηκει αυτοις υπο το δενδρον

9 ειπεν δε προς αυτον που σαρρα η γυνη σου ο δε αποκριθεις ειπεν ιδου εν τη σκηνη

10 ειπεν δε επαναστρεφων ηξω προς σε κατα τον καιρον τουτον εις ωρας και εξει υιον σαρρα η γυνη σου σαρρα δε ηκουσεν προς τη θυρα της σκηνης ουσα οπισθεν αυτου

11 αβρααμ δε και σαρρα πρεσβυτεροι προβεβηκοτες ημερων εξελιπεν δε σαρρα γινεσθαι τα γυναικεια

12 εγελασεν δε σαρρα εν εαυτη λεγουσα ουπω μεν μοι γεγονεν εως του νυν ο δε κυριος μου πρεσβυτερος

13 και ειπεν κυριος προς αβρααμ τι οτι εγελασεν σαρρα εν εαυτη λεγουσα αρα γε αληθως τεξομαι εγω δε γεγηρακα

14 μη αδυνατει παρα τω θεω ρημα εις τον καιρον τουτον αναστρεψω προς σε εις ωρας και εσται τη σαρρα υιος

15 ηρνησατο δε σαρρα λεγουσα ουκ εγελασα εφοβηθη γαρ και ειπεν ουχι αλλα εγελασας

16 εξανασταντες δε εκειθεν οι ανδρες κατεβλεψαν επι προσωπον σοδομων και γομορρας αβρααμ δε συνεπορευετο μετ' αυτων συμπροπεμπων αυτους

17 ο δε κυριος ειπεν μη κρυψω εγω απο αβρααμ του παιδος μου α εγω ποιω

18 αβρααμ δε γινομενος εσται εις εθνος μεγα και πολυ και ενευλογηθησονται εν αυτω παντα τα εθνη της γης

19 ηδειν γαρ οτι συνταξει τοις υιοις αυτου και τω οικω αυτου μετ' αυτον και φυλαξουσιν τας οδους κυριου ποιειν δικαιοσυνην και κρισιν οπως αν επαγαγη κυριος επι αβρααμ παντα οσα ελαλησεν προς αυτον

20 ειπεν δε κυριος κραυγη σοδομων και γομορρας πεπληθυνται και αι αμαρτιαι αυτων μεγαλαι σφοδρα

21 καταβας ουν οψομαι ει κατα την κραυγην αυτων την ερχομενην προς με συντελουνται ει δε μη ινα γνω

22 και αποστρεψαντες εκειθεν οι ανδρες ηλθον εις σοδομα αβρααμ δε ην εστηκως εναντιον κυριου

23 και εγγισας αβρααμ ειπεν μη συναπολεσης δικαιον μετα ασεβους και εσται ο δικαιος ως ο ασεβης

24 εαν ωσιν πεντηκοντα δικαιοι εν τη πολει απολεις αυτους ουκ ανησεις παντα τον τοπον ενεκεν των πεντηκοντα δικαιων εαν ωσιν εν αυτη

25 μηδαμως συ ποιησεις ως το ρημα τουτο του αποκτειναι δικαιον μετα ασεβους και εσται ο δικαιος ως ο ασεβης μηδαμως ο κρινων πασαν την γην ου ποιησεις κρισιν

26 ειπεν δε κυριος εαν ευρω εν σοδομοις πεντηκοντα δικαιους εν τη πολει αφησω παντα τον τοπον δι' αυτους

27 και αποκριθεις αβρααμ ειπεν νυν ηρξαμην λαλησαι προς τον κυριον εγω δε ειμι γη και σποδος

28 εαν δε ελαττονωθωσιν οι πεντηκοντα δικαιοι πεντε απολεις ενεκεν των πεντε πασαν την πολιν και ειπεν ου μη απολεσω εαν ευρω εκει τεσσαρακοντα πεντε

29 και προσεθηκεν ετι λαλησαι προς αυτον και ειπεν εαν δε ευρεθωσιν εκει τεσσαρακοντα και ειπεν ου μη απολεσω ενεκεν των τεσσαρακοντα

30 και ειπεν μη τι κυριε εαν λαλησω εαν δε ευρεθωσιν εκει τριακοντα και ειπεν ου μη απολεσω εαν ευρω εκει τριακοντα

31 και ειπεν επειδη εχω λαλησαι προς τον κυριον εαν δε ευρεθωσιν εκει εικοσι και ειπεν ου μη απολεσω ενεκεν των εικοσι

32 και ειπεν μη τι κυριε εαν λαλησω ετι απαξ εαν δε ευρεθωσιν εκει δεκα και ειπεν ου μη απολεσω ενεκεν των δεκα

33 απηλθεν δε κυριος ως επαυσατο λαλων τω αβρααμ και αβρααμ απεστρεψεν εις τον τοπον αυτου

← Genesis 17   Genesis 19 →
   Studieren Sie die innere Bedeutung
Swedenborg

Weitere Verweise Swedenborgs zu diesem Kapitel:

Arcana Coelestia 468, 1420, 1616, 2072, 2142, 2143, 2144, ...

Apocalypse Revealed 658

True Christian Religion 755


References from Swedenborg's unpublished works:

Apocalypse Explained 340, 397, 1153

Coronis (An Appendix to True Christian Religion) 49

Anderer Kommentar

  Geschichten:



Hop to Similar Bible Verses

Genesis 6:12, 11:5, 12:3, 7, 13:13, 18, 17:16, 17, 19, 22, 24, 19:1, 3, 13, 27, 21:2, 6, 24:1, 32, 36, 32:1, 33:3, 35:2, 42:6, 43:24, 44:18

Exodus 32:11

Numbers 16:22

Deuteronomy 4:9, 10

Joshua 5:13, 13:1

Judges 6:18, 19, 20, 39, 13:3, 19:5, 21

1 Samuel 28:24

2 Samuel 24:17

2 Kings 4:16, 27

1 Chronicles 16:33

2 Chronicles 14:3, 19:7

Job 34:10, 12

Psalms 7:12, 25:14, 44:22, 50:6, 75:3, 78:5, 119:60

Isaiah 3:9, 65:8

Jeremiah 5:1, 32:17

Amos 3:7

Jonah 1:2

Zechariah 8:6

Matthew 11:23, 13:29, 19:26

Romans 3:5, 4:13, 9:9

1 Corinthians 11:3

Galatians 3:8

1 Timothy 4

Hebrews 6:10, 11:11, 12:23, 13:1, 2

James 5:16

1 Peter 3:6

Jude 1:7

Revelation 18:5

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Abraham and Lot
Activity | Ages 7 - 14

 Abraham and Sarah's Family
The Lord promises Abraham many descendants.
Story | Ages 2 - 8

 Abraham and the Angels
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Abraham and the Angels, Birth of Isaac
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Isaac’s Birth Foretold
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Appearing of the Angels to Abraham
Worship Talk | Ages 7 - 14


Übersetzen