Genesis 13

Studieren Sie die innere Bedeutung

Greek OT: LXX [A] Unaccented

← Genesis 12   Genesis 14 →

1 ανεβη δε αβραμ εξ αιγυπτου αυτος και η γυνη αυτου και παντα τα αυτου και λωτ μετ' αυτου εις την ερημον

2 αβραμ δε ην πλουσιος σφοδρα κτηνεσιν και αργυριω και χρυσιω

3 και επορευθη οθεν ηλθεν εις την ερημον εως βαιθηλ εως του τοπου ου ην η σκηνη αυτου το προτερον ανα μεσον βαιθηλ και ανα μεσον αγγαι

4 εις τον τοπον του θυσιαστηριου ου εποιησεν εκει την αρχην και επεκαλεσατο εκει αβραμ το ονομα κυριου

5 και λωτ τω συμπορευομενω μετα αβραμ ην προβατα και βοες και σκηναι

6 και ουκ εχωρει αυτους η γη κατοικειν αμα οτι ην τα υπαρχοντα αυτων πολλα και ουκ εδυναντο κατοικειν αμα

7 και εγενετο μαχη ανα μεσον των ποιμενων των κτηνων του αβραμ και ανα μεσον των ποιμενων των κτηνων του λωτ οι δε χαναναιοι και οι φερεζαιοι τοτε κατωκουν την γην

8 ειπεν δε αβραμ τω λωτ μη εστω μαχη ανα μεσον εμου και σου και ανα μεσον των ποιμενων μου και ανα μεσον των ποιμενων σου οτι ανθρωποι αδελφοι ημεις εσμεν

9 ουκ ιδου πασα η γη εναντιον σου εστιν διαχωρισθητι απ' εμου ει συ εις αριστερα εγω εις δεξια ει δε συ εις δεξια εγω εις αριστερα

10 και επαρας λωτ τους οφθαλμους αυτου ειδεν πασαν την περιχωρον του ιορδανου οτι πασα ην ποτιζομενη προ του καταστρεψαι τον θεον σοδομα και γομορρα ως ο παραδεισος του θεου και ως η γη αιγυπτου εως ελθειν εις ζογορα

11 και εξελεξατο εαυτω λωτ πασαν την περιχωρον του ιορδανου και απηρεν λωτ απο ανατολων και διεχωρισθησαν εκαστος απο του αδελφου αυτου

12 αβραμ δε κατωκησεν εν γη χανααν λωτ δε κατωκησεν εν πολει των περιχωρων και εσκηνωσεν εν σοδομοις

13 οι δε ανθρωποι οι εν σοδομοις πονηροι και αμαρτωλοι εναντιον του θεου σφοδρα

14 ο δε θεος ειπεν τω αβραμ μετα το διαχωρισθηναι τον λωτ απ' αυτου αναβλεψας τοις οφθαλμοις σου ιδε απο του τοπου ου νυν συ ει προς βορραν και λιβα και ανατολας και θαλασσαν

15 οτι πασαν την γην ην συ ορας σοι δωσω αυτην και τω σπερματι σου εως του αιωνος

16 και ποιησω το σπερμα σου ως την αμμον της γης ει δυναται τις εξαριθμησαι την αμμον της γης και το σπερμα σου εξαριθμηθησεται

17 αναστας διοδευσον την γην εις τε το μηκος αυτης και εις το πλατος οτι σοι δωσω αυτην

18 και αποσκηνωσας αβραμ ελθων κατωκησεν παρα την δρυν την μαμβρη η ην εν χεβρων και ωκοδομησεν εκει θυσιαστηριον κυριω

← Genesis 12   Genesis 14 →
   Studieren Sie die innere Bedeutung
Swedenborg

Haupterklärung(en) aus den Werken Swedenborgs:

Arcana Coelestia 1535, 1536, 1537, 1538, 1539, 1541, 1542, ...

The Inner Meaning of the Prophets and Psalms 414, 415


Weitere Verweise Swedenborgs zu diesem Kapitel:

Arcana Coelestia 440, 1025, 1453, 1540, 1680, 2909, 2970, ...

Apocalypse Revealed 503

True Christian Religion 635


References from Swedenborg's unpublished works:

Apocalypse Explained 600, 654, 768

Coronis (An Appendix to True Christian Religion) 41

Anderer Kommentar

  Geschichten:



Hop to Similar Bible Verses

Genesis 12:4, 5, 6, 7, 8, 9, 14:12, 13, 14, 17:2, 6, 18:1, 20, 19:1, 13, 24, 25, 20:15, 22:17, 23:2, 24:1, 35, 26:13, 14, 28:14, 30:43, 32:13, 34:30, 35:27, 36:7

Numbers 13:22, 23:10

Joshua 15:13

1 Samuel 2:17

2 Samuel 1

2 Chronicles 1:9

Job 5:25

Psalms 107:34

Jeremiah 23:14

Acts of the Apostles 7:5

Galatians 3:16

Hebrews 11:9

2 Peter 2:7

Revelation 11:8

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Abraham and Lot
Activity | Ages 7 - 14

 Abraham and Lot View the Land
Coloring Page | Ages 7 - 14

 Abram and Lot
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Abram and Lot
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 Abram and Lot
Worship Talk | Ages 7 - 14

 God’s Covenant with Abram
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Call of Abram
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10


Übersetzen