Bible

 

Lamentations 1

Greek OT: LXX [A] Unaccented         

Studovat vnitřní smysl

Další →

1a και εγενετο μετα το αιχμαλωτισθηναι τον ισραηλ και ιερουσαλημ ερημωθηναι εκαθισεν ιερεμιας κλαιων και εθρηνησεν τον θρηνον τουτον επι ιερουσαλημ και ειπεν

1 πως εκαθισεν μονη η πολις η πεπληθυμμενη λαων εγενηθη ως χηρα πεπληθυμμενη εν εθνεσιν αρχουσα εν χωραις εγενηθη εις φορον

2 κλαιουσα εκλαυσεν εν νυκτι και τα δακρυα αυτης επι των σιαγονων αυτης και ουχ υπαρχει ο παρακαλων αυτην απο παντων των αγαπωντων αυτην παντες οι φιλουντες αυτην ηθετησαν εν αυτη εγενοντο αυτη εις εχθρους

3 μετωκισθη η ιουδαια απο ταπεινωσεως αυτης και απο πληθους δουλειας αυτης εκαθισεν εν εθνεσιν ουχ ευρεν αναπαυσιν παντες οι καταδιωκοντες αυτην κατελαβον αυτην ανα μεσον των θλιβοντων

4 οδοι σιων πενθουσιν παρα το μη ειναι ερχομενους εν εορτη πασαι αι πυλαι αυτης ηφανισμεναι οι ιερεις αυτης αναστεναζουσιν αι παρθενοι αυτης αγομεναι και αυτη πικραινομενη εν εαυτη

5 εγενοντο οι θλιβοντες αυτην εις κεφαλην και οι εχθροι αυτης ευθηνουσαν οτι κυριος εταπεινωσεν αυτην επι το πληθος των ασεβειων αυτης τα νηπια αυτης επορευθησαν εν αιχμαλωσια κατα προσωπον θλιβοντος

6 και εξηλθεν εκ θυγατρος σιων πασα η ευπρεπεια αυτης εγενοντο οι αρχοντες αυτης ως κριοι ουχ ευρισκοντες νομην και επορευοντο εν ουκ ισχυι κατα προσωπον διωκοντος

7 εμνησθη ιερουσαλημ ημερων ταπεινωσεως αυτης και απωσμων αυτης παντα τα επιθυμηματα αυτης οσα ην εξ ημερων αρχαιων εν τω πεσειν τον λαον αυτης εις χειρας θλιβοντος και ουκ ην ο βοηθων αυτη ιδοντες οι εχθροι αυτης εγελασαν επι μετοικεσια αυτης

8 αμαρτιαν ημαρτεν ιερουσαλημ δια τουτο εις σαλον εγενετο παντες οι δοξαζοντες αυτην εταπεινωσαν αυτην ειδον γαρ την ασχημοσυνην αυτης και γε αυτη στεναζουσα και απεστραφη οπισω

9 ακαθαρσια αυτης προς ποδων αυτης ουκ εμνησθη εσχατα αυτης και κατεβιβασεν υπερογκα ουκ εστιν ο παρακαλων αυτην ιδε κυριε την ταπεινωσιν μου οτι εμεγαλυνθη εχθρος

10 χειρα αυτου εξεπετασεν θλιβων επι παντα τα επιθυμηματα αυτης ειδεν γαρ εθνη εισελθοντα εις το αγιασμα αυτης α ενετειλω μη εισελθειν αυτα εις εκκλησιαν σου

11 πας ο λαος αυτης καταστεναζοντες ζητουντες αρτον εδωκαν τα επιθυμηματα αυτης εν βρωσει του επιστρεψαι ψυχην ιδε κυριε και επιβλεψον οτι εγενηθην ητιμωμενη

12 ου προς υμας παντες οι παραπορευομενοι οδον επιστρεψατε και ιδετε ει εστιν αλγος κατα το αλγος μου ο εγενηθη φθεγξαμενος εν εμοι εταπεινωσεν με κυριος εν ημερα οργης θυμου αυτου

13 εξ υψους αυτου απεστειλεν πυρ εν τοις οστεοις μου κατηγαγεν αυτο διεπετασεν δικτυον τοις ποσιν μου απεστρεψεν με εις τα οπισω εδωκεν με ηφανισμενην ολην την ημεραν οδυνωμενην

14 εγρηγορηθη επι τα ασεβηματα μου εν χερσιν μου συνεπλακησαν ανεβησαν επι τον τραχηλον μου ησθενησεν η ισχυς μου οτι εδωκεν κυριος εν χερσιν μου οδυνας ου δυνησομαι στηναι

15 εξηρεν παντας τους ισχυρους μου ο κυριος εκ μεσου μου εκαλεσεν επ' εμε καιρον του συντριψαι εκλεκτους μου ληνον επατησεν κυριος παρθενω θυγατρι ιουδα επι τουτοις εγω κλαιω

16 ο οφθαλμος μου κατηγαγεν υδωρ οτι εμακρυνθη απ' εμου ο παρακαλων με ο επιστρεφων ψυχην μου εγενοντο οι υιοι μου ηφανισμενοι οτι εκραταιωθη ο εχθρος

17 διεπετασεν σιων χειρας αυτης ουκ εστιν ο παρακαλων αυτην ενετειλατο κυριος τω ιακωβ κυκλω αυτου οι θλιβοντες αυτον εγενηθη ιερουσαλημ εις αποκαθημενην ανα μεσον αυτων

18 δικαιος εστιν κυριος οτι το στομα αυτου παρεπικρανα ακουσατε δη παντες οι λαοι και ιδετε το αλγος μου παρθενοι μου και νεανισκοι μου επορευθησαν εν αιχμαλωσια

19 εκαλεσα τους εραστας μου αυτοι δε παρελογισαντο με οι ιερεις μου και οι πρεσβυτεροι μου εν τη πολει εξελιπον οτι εζητησαν βρωσιν αυτοις ινα επιστρεψωσιν ψυχας αυτων και ουχ ευρον

20 ιδε κυριε οτι θλιβομαι η κοιλια μου εταραχθη και η καρδια μου εστραφη εν εμοι οτι παραπικραινουσα παρεπικρανα εξωθεν ητεκνωσεν με μαχαιρα ωσπερ θανατος εν οικω

21 ακουσατε δη οτι στεναζω εγω ουκ εστιν ο παρακαλων με παντες οι εχθροι μου ηκουσαν τα κακα μου και εχαρησαν οτι συ εποιησας επηγαγες ημεραν εκαλεσας καιρον και εγενοντο ομοιοι εμοι

22 εισελθοι πασα η κακια αυτων κατα προσωπον σου και επιφυλλισον αυτοις ον τροπον εποιησαν επιφυλλιδα περι παντων των αμαρτηματων μου οτι πολλοι οι στεναγμοι μου και η καρδια μου λυπειται

Další →

   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 119


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 248, 680, 2362, 2606, 2851, 2930, 3081, ...

Apocalypse Revealed 213, 350, 543, 591, 612, 620, 652, ...

A Brief Exposition of New Church Doctrine 100

Doctrine of the Lord 64

True Christianity 782


References from Swedenborg's unpublished works:

Apocalypse Explained 240, 270, 357, 484, 622, 724, 750, ...

Coronis (An Appendix to True Christian Religion) 58

Scriptural Confirmations 4, 9, 59, 78

Jiný komentář

  Příběhy:

Hop to Similar Bible Verses

Exodus 9:27

Leviticus 26:22, 31, 33, 40

Deuteronomy 23:3, 4, 28:41, 43, 44, 48, 65, 32:25

1 Kings 9:6, 7

2 Kings 21:15, 24:2

2 Chronicles 36:18

Nehemiah 9:33

Job 19:6

Psalms 25:18, 69:21, 79:1, 4, 10, 106:42

Proverbs 5:22

Ecclesiastes 4:1

Isaiah 3:26, 47:7, 49:21, 51:19, 54:11, 63:3, 64:10

Jeremiah 4:17, 19, 31, 5:31, 10:19, 13:17, 26, 14:18, 20, 15:5, 27:19, 21, 30:14, 16, 44:2, 6, 50:29, 51:35, 51, 52:6, 28

Lamentations 1:1, 2, 5, 8, 9, 11, 16, 17, 18, 19, 21, 2:1, 3, 4, 6, 9, 11, 12, 13, 16, 17, 18, 21, 3:11, 49, 4:4, 5, 15, 19, 5:1, 5, 14, 16, 17

Ezekiel 7:15, 12:13, 23:29, 25:3, 6, 26:2, 39:23

Daniel 9:12, 14

Hosea 2:13

Habakkuk 3:16

Zechariah 1:6

Revelation 14:20, 19:15

Bible

 

Deuteronomy 28:48

Greek OT: LXX [A] Unaccented         

Studovat vnitřní smysl

← Předchozí    Celá kapitola    Další →

48 και λατρευσεις τοις εχθροις σου ους επαποστελει κυριος επι σε εν λιμω και εν διψει και εν γυμνοτητι και εν εκλειψει παντων και επιθησει κλοιον σιδηρουν επι τον τραχηλον σου εως αν εξολεθρευση σε

   Studovat vnitřní smysl
Swedenborg

Výklad(a) nebo odkazy ze Swedenborgových prací:


References from Swedenborg's unpublished works:

Apocalypse Explained 584

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

2 Chronicles 12:8

Nehemiah 9:35

Jeremiah 28:13

Lamentations 1:3, 14

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Why Was Joshua a Hero?
Read clues from Deuteronomy and Joshua to discover why Joshua was a hero.
Activity | Ages 9 - 13

 Years Have Their Beginnings
Worship Talk | Ages 7 - 14


Přeložit: