Bible

 

Hosea 14

Studie

   

1 αφανισθησεται σαμαρεια οτι αντεστη προς τον θεον αυτης εν ρομφαια πεσουνται αυτοι και τα υποτιτθια αυτων εδαφισθησονται και αι εν γαστρι εχουσαι αυτων διαρραγησονται

2 επιστραφητι ισραηλ προς κυριον τον θεον σου διοτι ησθενησας εν ταις αδικιαις σου

3 λαβετε μεθ' εαυτων λογους και επιστραφητε προς κυριον τον θεον υμων ειπατε αυτω οπως μη λαβητε αδικιαν και λαβητε αγαθα και ανταποδωσομεν καρπον χειλεων ημων

4 ασσουρ ου μη σωση ημας εφ' ιππον ουκ αναβησομεθα ουκετι μη ειπωμεν θεοι ημων τοις εργοις των χειρων ημων ο εν σοι ελεησει ορφανον

5 ιασομαι τας κατοικιας αυτων αγαπησω αυτους ομολογως οτι απεστρεψεν η οργη μου απ' αυτων

6 εσομαι ως δροσος τω ισραηλ ανθησει ως κρινον και βαλει τας ριζας αυτου ως ο λιβανος

7 πορευσονται οι κλαδοι αυτου και εσται ως ελαια κατακαρπος και η οσφρασια αυτου ως λιβανου

8 επιστρεψουσιν και καθιουνται υπο την σκεπην αυτου ζησονται και μεθυσθησονται σιτω και εξανθησει ως αμπελος το μνημοσυνον αυτου ως οινος λιβανου

9 τω εφραιμ τι αυτω ετι και ειδωλοις εγω εταπεινωσα αυτον και εγω κατισχυσω αυτον εγω ως αρκευθος πυκαζουσα εξ εμου ο καρπος σου ευρηται

10 τις σοφος και συνησει ταυτα η συνετος και επιγνωσεται αυτα διοτι ευθειαι αι οδοι του κυριου και δικαιοι πορευσονται εν αυταις οι δε ασεβεις ασθενησουσιν εν αυταις

   

Bible

 

John 15:5

Studie

       

5 ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. ὁ μένων ἐν ἐμοὶ κἀγὼ ἐν αὐτῷ, οὗτος φέρει καρπὸν πολύν, ὅτι χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν.