Bible

 

Genesis 30

Greek OT: LXX [A] Unaccented         

Studovat vnitřní smysl

← Předchozí   Další →

1 ιδουσα δε ραχηλ οτι ου τετοκεν τω ιακωβ και εζηλωσεν ραχηλ την αδελφην αυτης και ειπεν τω ιακωβ δος μοι τεκνα ει δε μη τελευτησω εγω

2 εθυμωθη δε ιακωβ τη ραχηλ και ειπεν αυτη μη αντι θεου εγω ειμι ος εστερησεν σε καρπον κοιλιας

3 ειπεν δε ραχηλ τω ιακωβ ιδου η παιδισκη μου βαλλα εισελθε προς αυτην και τεξεται επι των γονατων μου και τεκνοποιησομαι καγω εξ αυτης

4 και εδωκεν αυτω βαλλαν την παιδισκην αυτης αυτω γυναικα εισηλθεν δε προς αυτην ιακωβ

5 και συνελαβεν βαλλα η παιδισκη ραχηλ και ετεκεν τω ιακωβ υιον

6 και ειπεν ραχηλ εκρινεν μοι ο θεος και επηκουσεν της φωνης μου και εδωκεν μοι υιον δια τουτο εκαλεσεν το ονομα αυτου δαν

7 και συνελαβεν ετι βαλλα η παιδισκη ραχηλ και ετεκεν υιον δευτερον τω ιακωβ

8 και ειπεν ραχηλ συνελαβετο μοι ο θεος και συνανεστραφην τη αδελφη μου και ηδυνασθην και εκαλεσεν το ονομα αυτου νεφθαλι

9 ειδεν δε λεια οτι εστη του τικτειν και ελαβεν ζελφαν την παιδισκην αυτης και εδωκεν αυτην τω ιακωβ γυναικα

10 εισηλθεν δε προς αυτην ιακωβ και συνελαβεν ζελφα η παιδισκη λειας και ετεκεν τω ιακωβ υιον

11 και ειπεν λεια εν τυχη και επωνομασεν το ονομα αυτου γαδ

12 και συνελαβεν ζελφα η παιδισκη λειας και ετεκεν ετι τω ιακωβ υιον δευτερον

13 και ειπεν λεια μακαρια εγω οτι μακαριζουσιν με αι γυναικες και εκαλεσεν το ονομα αυτου ασηρ

14 επορευθη δε ρουβην εν ημεραις θερισμου πυρων και ευρεν μηλα μανδραγορου εν τω αγρω και ηνεγκεν αυτα προς λειαν την μητερα αυτου ειπεν δε ραχηλ τη λεια δος μοι των μανδραγορων του υιου σου

15 ειπεν δε λεια ουχ ικανον σοι οτι ελαβες τον ανδρα μου μη και τους μανδραγορας του υιου μου λημψη ειπεν δε ραχηλ ουχ ουτως κοιμηθητω μετα σου την νυκτα ταυτην αντι των μανδραγορων του υιου σου

16 εισηλθεν δε ιακωβ εξ αγρου εσπερας και εξηλθεν λεια εις συναντησιν αυτω και ειπεν προς με εισελευση σημερον μεμισθωμαι γαρ σε αντι των μανδραγορων του υιου μου και εκοιμηθη μετ' αυτης την νυκτα εκεινην

17 και επηκουσεν ο θεος λειας και συλλαβουσα ετεκεν τω ιακωβ υιον πεμπτον

18 και ειπεν λεια εδωκεν ο θεος τον μισθον μου ανθ' ου εδωκα την παιδισκην μου τω ανδρι μου και εκαλεσεν το ονομα αυτου ισσαχαρ ο εστιν μισθος

19 και συνελαβεν ετι λεια και ετεκεν υιον εκτον τω ιακωβ

20 και ειπεν λεια δεδωρηται μοι ο θεος δωρον καλον εν τω νυν καιρω αιρετιει με ο ανηρ μου ετεκον γαρ αυτω υιους εξ και εκαλεσεν το ονομα αυτου ζαβουλων

21 και μετα τουτο ετεκεν θυγατερα και εκαλεσεν το ονομα αυτης δινα

22 εμνησθη δε ο θεος της ραχηλ και επηκουσεν αυτης ο θεος και ανεωξεν αυτης την μητραν

23 και συλλαβουσα ετεκεν τω ιακωβ υιον ειπεν δε ραχηλ αφειλεν ο θεος μου το ονειδος

24 και εκαλεσεν το ονομα αυτου ιωσηφ λεγουσα προσθετω ο θεος μοι υιον ετερον

25 εγενετο δε ως ετεκεν ραχηλ τον ιωσηφ ειπεν ιακωβ τω λαβαν αποστειλον με ινα απελθω εις τον τοπον μου και εις την γην μου

26 αποδος τας γυναικας μου και τα παιδια περι ων δεδουλευκα σοι ινα απελθω συ γαρ γινωσκεις την δουλειαν ην δεδουλευκα σοι

27 ειπεν δε αυτω λαβαν ει ευρον χαριν εναντιον σου οιωνισαμην αν ευλογησεν γαρ με ο θεος τη ση εισοδω

28 διαστειλον τον μισθον σου προς με και δωσω

29 ειπεν δε αυτω ιακωβ συ γινωσκεις α δεδουλευκα σοι και οσα ην κτηνη σου μετ' εμου

30 μικρα γαρ ην οσα σοι ην εναντιον εμου και ηυξηθη εις πληθος και ηυλογησεν σε κυριος επι τω ποδι μου νυν ουν ποτε ποιησω καγω εμαυτω οικον

31 και ειπεν αυτω λαβαν τι σοι δωσω ειπεν δε αυτω ιακωβ ου δωσεις μοι ουθεν εαν ποιησης μοι το ρημα τουτο παλιν ποιμανω τα προβατα σου και φυλαξω

32 παρελθατω παντα τα προβατα σου σημερον και διαχωρισον εκειθεν παν προβατον φαιον εν τοις αρνασιν και παν διαλευκον και ραντον εν ταις αιξιν εσται μοι μισθος

33 και επακουσεται μοι η δικαιοσυνη μου εν τη ημερα τη αυριον οτι εστιν ο μισθος μου ενωπιον σου παν ο εαν μη η ραντον και διαλευκον εν ταις αιξιν και φαιον εν τοις αρνασιν κεκλεμμενον εσται παρ' εμοι

34 ειπεν δε αυτω λαβαν εστω κατα το ρημα σου

35 και διεστειλεν εν τη ημερα εκεινη τους τραγους τους ραντους και τους διαλευκους και πασας τας αιγας τας ραντας και τας διαλευκους και παν ο ην λευκον εν αυτοις και παν ο ην φαιον εν τοις αρνασιν και εδωκεν δια χειρος των υιων αυτου

36 και απεστησεν οδον τριων ημερων ανα μεσον αυτων και ανα μεσον ιακωβ ιακωβ δε εποιμαινεν τα προβατα λαβαν τα υπολειφθεντα

37 ελαβεν δε εαυτω ιακωβ ραβδον στυρακινην χλωραν και καρυινην και πλατανου και ελεπισεν αυτας ιακωβ λεπισματα λευκα περισυρων το χλωρον εφαινετο δε επι ταις ραβδοις το λευκον ο ελεπισεν ποικιλον

38 και παρεθηκεν τας ραβδους ας ελεπισεν εν ταις ληνοις των ποτιστηριων του υδατος ινα ως αν ελθωσιν τα προβατα πιειν ενωπιον των ραβδων ελθοντων αυτων εις το πιειν

39 εγκισσησωσιν τα προβατα εις τας ραβδους και ετικτον τα προβατα διαλευκα και ποικιλα και σποδοειδη ραντα

40 τους δε αμνους διεστειλεν ιακωβ και εστησεν εναντιον των προβατων κριον διαλευκον και παν ποικιλον εν τοις αμνοις και διεχωρισεν εαυτω ποιμνια καθ' εαυτον και ουκ εμιξεν αυτα εις τα προβατα λαβαν

41 εγενετο δε εν τω καιρω ω ενεκισσησεν τα προβατα εν γαστρι λαμβανοντα εθηκεν ιακωβ τας ραβδους εναντιον των προβατων εν ταις ληνοις του εγκισσησαι αυτα κατα τας ραβδους

42 ηνικα δ' αν ετεκον τα προβατα ουκ ετιθει εγενετο δε τα ασημα του λαβαν τα δε επισημα του ιακωβ

43 και επλουτησεν ο ανθρωπος σφοδρα σφοδρα και εγενετο αυτω κτηνη πολλα και βοες και παιδες και παιδισκαι και καμηλοι και ονοι

← Předchozí   Další →

   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 577, 648, 2089, 3902, 3903, 3904, 3905, ...

Apocalypse Revealed 349


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 2157, 2643, 2868, 3246, 3857, 3862, 3909, ...

Apocalypse Revealed 352, 358, 359


References from Swedenborg's unpublished works:

Apocalypse Explained 430, 431, 434, 435, 438, 439, 447, ...

Jiný komentář

  Příběhy:




Hop to Similar Bible Verses

Genesis 13:2, 16:2, 3, 25:21, 28:15, 29:15, 20, 24, 29, 34, 35, 31:6, 8, 9, 10, 12, 38, 34:1, 35:17, 23, 24, 25, 26, 39:5, 46:15, 18, 25, 34, 50:19, 23

1 Samuel 1:10, 19

2 Kings 5:7

Proverbs 30:16

Isaiah 4:1

Luke 1:25, 48

Revelation 7:5, 6, 7, 8

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Jacob's Family - Level A
Complete lesson with activity choices: sing and dance to a song to help you learn the names of the 12 sons of Jacob, trace your hand to make a picture of your family, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Jacob's Family - Level B
Complete lesson with activity choices: play a game to help you learn the wives and children of Jacob, choose an activity to practice patience, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Jacob's Family - Level C
Complete lesson with activity choices: play family tree rummy to learn about the patriarchs of the Old Testament and their families, make a wordle (or word picture) to explore what kind of person you want to marry, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Jacob's Family - Level D
Complete lesson with activity choices: explore ways to cultivate patience, make a complex circular mural about the twelve sons of Jacob, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Jacob's Flocks - Level A
Complete lesson with activity choices: play a game about separating the flocks of Jacob and Laban, act out Jacob's long journey, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 4 - 6

 Jacob's Flocks - Level B
Complete lesson with activity choices: play a card game about the speckled and spotted flocks, act out Jacob fleeing from Laban, scripted story discussion, coloring picture, and a memory verse.
Sunday School Lesson | Ages 7 - 10

 Jacob's Flocks - Level C
Complete lesson with activity choices: role play various scenarios about respecting or crossing boundaries, look closer at visions and dreams in the Word, and a scripted story discussion.
Sunday School Lesson | Ages 11 - 14

 Jacob's Flocks - Level D
Complete lesson with activity choices: role play various scenarios about respecting or crossing boundaries, explore the use of staffs, sticks or rods to symbolize power in the Word, and a scripted story discussion.
Sunday School Lesson | Ages 15 - 17

 Overview of Jacob and Esau Levels A B C D for ages 3-18
An overview of the Youth Journey Program "Jacob and Esau", Levels A, B, D, and D, for ages 3-18.
Sunday School Lesson | Ages 3 - 18

 Speckled and Spotted
Worship Talk | Ages 7 - 14

Bible

 

Genesis 16:3

Greek OT: LXX [A] Unaccented         

Studovat vnitřní smysl

← Předchozí    Celá kapitola    Další →

3 και λαβουσα σαρα η γυνη αβραμ αγαρ την αιγυπτιαν την εαυτης παιδισκην μετα δεκα ετη του οικησαι αβραμ εν γη χανααν και εδωκεν αυτην αβραμ τω ανδρι αυτης αυτω γυναικα

   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 1903, 1904, 1905, 1906, 1907


Další odkazy Swedenborga k tomuto verši:

Arcana Coelestia 1891, 3246

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Genesis 21:21, 30:4, 9

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Abraham and Ishmael
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Abraham and Lot
Activity | Ages 7 - 14

 Questions Asked by God
Article | Ages over 15

 Questions from the Lord
Worship Talk | Ages 7 - 14

 The Bodies of Spirits
The Old and New testaments give examples of people seeing angels in human form. These stories confirm that after resurrection a person will have a spiritual body like the natural body--but more perfect.
Sunday School Lesson | Ages 11 - 17


Přeložit: