Bible

 

Ezekiel 16

Greek OT: LXX [A] Unaccented         

Studovat vnitřní smysl

← Předchozí   Další →

1 και εγενετο λογος κυριου προς με λεγων

2 υιε ανθρωπου διαμαρτυραι τη ιερουσαλημ τας ανομιας αυτης

3 και ερεις ταδε λεγει κυριος τη ιερουσαλημ η ριζα σου και η γενεσις σου εκ γης χανααν ο πατηρ σου αμορραιος και η μητηρ σου χετταια

4 και η γενεσις σου εν η ημερα ετεχθης ουκ εδησαν τους μαστους σου και εν υδατι ουκ ελουσθης ουδε αλι ηλισθης και σπαργανοις ουκ εσπαργανωθης

5 ουδε εφεισατο ο οφθαλμος μου επι σοι του ποιησαι σοι εν εκ παντων τουτων του παθειν τι επι σοι και απερριφης επι προσωπον του πεδιου τη σκολιοτητι της ψυχης σου εν η ημερα ετεχθης

6 και διηλθον επι σε και ειδον σε πεφυρμενην εν τω αιματι σου και ειπα σοι εκ του αιματος σου ζωη

7 πληθυνου καθως η ανατολη του αγρου δεδωκα σε και επληθυνθης και εμεγαλυνθης και εισηλθες εις πολεις πολεων οι μαστοι σου ανωρθωθησαν και η θριξ σου ανετειλεν συ δε ησθα γυμνη και ασχημονουσα

8 και διηλθον δια σου και ειδον σε και ιδου καιρος σου καιρος καταλυοντων και διεπετασα τας πτερυγας μου επι σε και εκαλυψα την ασχημοσυνην σου και ωμοσα σοι και εισηλθον εν διαθηκη μετα σου λεγει κυριος και εγενου μοι

9 και ελουσα σε εν υδατι και απεπλυνα το αιμα σου απο σου και εχρισα σε εν ελαιω

10 και ενεδυσα σε ποικιλα και υπεδησα σε υακινθον και εζωσα σε βυσσω και περιεβαλον σε τριχαπτω

11 και εκοσμησα σε κοσμω και περιεθηκα ψελια περι τας χειρας σου και καθεμα περι τον τραχηλον σου

12 και εδωκα ενωτιον περι τον μυκτηρα σου και τροχισκους επι τα ωτα σου και στεφανον καυχησεως επι την κεφαλην σου

13 και εκοσμηθης χρυσιω και αργυριω και τα περιβολαια σου βυσσινα και τριχαπτα και ποικιλα σεμιδαλιν και ελαιον και μελι εφαγες και εγενου καλη σφοδρα

14 και εξηλθεν σου ονομα εν τοις εθνεσιν εν τω καλλει σου διοτι συντετελεσμενον ην εν ευπρεπεια εν τη ωραιοτητι η εταξα επι σε λεγει κυριος

15 και επεποιθεις εν τω καλλει σου και επορνευσας επι τω ονοματι σου και εξεχεας την πορνειαν σου επι παντα παροδον ο ουκ εσται

16 και ελαβες εκ των ιματιων σου και εποιησας σεαυτη ειδωλα ραπτα και εξεπορνευσας επ' αυτα και ου μη εισελθης ουδε μη γενηται

17 και ελαβες τα σκευη της καυχησεως σου εκ του χρυσιου μου και εκ του αργυριου μου εξ ων εδωκα σοι και εποιησας σεαυτη εικονας αρσενικας και εξεπορνευσας εν αυταις

18 και ελαβες τον ιματισμον τον ποικιλον σου και περιεβαλες αυτα και το ελαιον μου και το θυμιαμα μου εθηκας προ προσωπου αυτων

19 και τους αρτους μου ους εδωκα σοι σεμιδαλιν και ελαιον και μελι εψωμισα σε και εθηκας αυτα προ προσωπου αυτων εις οσμην ευωδιας και εγενετο λεγει κυριος

20 και ελαβες τους υιους σου και τας θυγατερας σου ας εγεννησας και εθυσας αυτα αυτοις εις αναλωσιν ως μικρα εξεπορνευσας

21 και εσφαξας τα τεκνα σου και εδωκας αυτα εν τω αποτροπιαζεσθαι σε εν αυτοις

22 τουτο παρα πασαν την πορνειαν σου και ουκ εμνησθης τας ημερας της νηπιοτητος σου οτε ησθα γυμνη και ασχημονουσα και πεφυρμενη εν τω αιματι σου εζησας

23 και εγενετο μετα πασας τας κακιας σου λεγει κυριος

24 και ωκοδομησας σεαυτη οικημα πορνικον και εποιησας σεαυτη εκθεμα εν παση πλατεια

25 και επ' αρχης πασης οδου ωκοδομησας τα πορνεια σου και ελυμηνω το καλλος σου και διηγαγες τα σκελη σου παντι παροδω και επληθυνας την πορνειαν σου

26 και εξεπορνευσας επι τους υιους αιγυπτου τους ομορουντας σοι τους μεγαλοσαρκους και πολλαχως εξεπορνευσας του παροργισαι με

27 εαν δε εκτεινω την χειρα μου επι σε και εξαρω τα νομιμα σου και παραδωσω σε εις ψυχας μισουντων σε θυγατερας αλλοφυλων τας εκκλινουσας σε εκ της οδου σου ης ησεβησας

28 και εξεπορνευσας επι τας θυγατερας ασσουρ και ουδ' ουτως ενεπλησθης και εξεπορνευσας και ουκ ενεπιπλω

29 και επληθυνας τας διαθηκας σου προς γην χαλδαιων και ουδε εν τουτοις ενεπλησθης

30 τι διαθω την θυγατερα σου λεγει κυριος εν τω ποιησαι σε ταυτα παντα εργα γυναικος πορνης και εξεπορνευσας τρισσως

31 εν ταις θυγατρασιν σου το πορνειον σου ωκοδομησας επι πασης αρχης οδου και την βασιν σου εποιησας εν παση πλατεια και εγενου ως πορνη συναγουσα μισθωματα

32 η γυνη η μοιχωμενη ομοια σοι παρα του ανδρος αυτης λαμβανουσα μισθωματα

33 πασι τοις εκπορνευσασιν αυτην προσεδιδου μισθωματα και συ δεδωκας μισθωματα πασι τοις ερασταις σου και εφορτιζες αυτους του ερχεσθαι προς σε κυκλοθεν εν τη πορνεια σου

34 και εγενετο εν σοι διεστραμμενον παρα τας γυναικας εν τη πορνεια σου και μετα σου πεπορνευκασιν εν τω προσδιδοναι σε μισθωματα και σοι μισθωματα ουκ εδοθη και εγενετο εν σοι διεστραμμενα

35 δια τουτο πορνη ακουε λογον κυριου

36 ταδε λεγει κυριος ανθ' ων εξεχεας τον χαλκον σου και αποκαλυφθησεται η αισχυνη σου εν τη πορνεια σου προς τους εραστας σου και εις παντα τα ενθυμηματα των ανομιων σου και εν τοις αιμασιν των τεκνων σου ων εδωκας αυτοις

37 δια τουτο ιδου εγω επι σε συναγω παντας τους εραστας σου εν οις επεμιγης εν αυτοις και παντας ους ηγαπησας συν πασιν οις εμισεις και συναξω αυτους επι σε κυκλοθεν και αποκαλυψω τας κακιας σου προς αυτους και οψονται πασαν την αισχυνην σου

38 και εκδικησω σε εκδικησει μοιχαλιδος και εκχεουσης αιμα και θησω σε εν αιματι θυμου και ζηλου

39 και παραδωσω σε εις χειρας αυτων και κατασκαψουσιν το πορνειον σου και καθελουσιν την βασιν σου και εκδυσουσιν σε τον ιματισμον σου και λημψονται τα σκευη της καυχησεως σου και αφησουσιν σε γυμνην και ασχημονουσαν

40 και αξουσιν επι σε οχλους και λιθοβολησουσιν σε εν λιθοις και κατασφαξουσιν σε εν τοις ξιφεσιν αυτων

41 και εμπρησουσιν τους οικους σου πυρι και ποιησουσιν εν σοι εκδικησεις ενωπιον γυναικων πολλων και αποστρεψω σε εκ της πορνειας σου και μισθωματα ου μη δως ουκετι

42 και επαφησω τον θυμον μου επι σε και εξαρθησεται ο ζηλος μου εκ σου και αναπαυσομαι και ου μη μεριμνησω ουκετι

43 ανθ' ων ουκ εμνησθης την ημεραν της νηπιοτητος σου και ελυπεις με εν πασι τουτοις και εγω ιδου τας οδους σου εις κεφαλην σου δεδωκα λεγει κυριος και ουτως εποιησας την ασεβειαν επι πασαις ταις ανομιαις σου

44 ταυτα εστιν παντα οσα ειπαν κατα σου εν παραβολη λεγοντες καθως η μητηρ και η θυγατηρ

45 θυγατηρ της μητρος σου συ ει η απωσαμενη τον ανδρα αυτης και τα τεκνα αυτης και αδελφη των αδελφων σου των απωσαμενων τους ανδρας αυτων και τα τεκνα αυτων η μητηρ υμων χετταια και ο πατηρ υμων αμορραιος

46 η αδελφη υμων η πρεσβυτερα σαμαρεια αυτη και αι θυγατερες αυτης η κατοικουσα εξ ευωνυμων σου και η αδελφη σου η νεωτερα σου η κατοικουσα εκ δεξιων σου σοδομα και αι θυγατερες αυτης

47 και ουδ' ως εν ταις οδοις αυτων επορευθης ουδε κατα τας ανομιας αυτων εποιησας παρα μικρον και υπερκεισαι αυτας εν πασαις ταις οδοις σου

48 ζω εγω λεγει κυριος ει πεποιηκεν σοδομα η αδελφη σου αυτη και αι θυγατερες αυτης ον τροπον εποιησας συ και αι θυγατερες σου

49 πλην τουτο το ανομημα σοδομων της αδελφης σου υπερηφανια εν πλησμονη αρτων και εν ευθηνια οινου εσπαταλων αυτη και αι θυγατερες αυτης τουτο υπηρχεν αυτη και ταις θυγατρασιν αυτης και χειρα πτωχου και πενητος ουκ αντελαμβανοντο

50 και εμεγαλαυχουν και εποιησαν ανομηματα ενωπιον μου και εξηρα αυτας καθως ειδον

51 και σαμαρεια κατα τας ημισεις των αμαρτιων σου ουχ ημαρτεν και επληθυνας τας ανομιας σου υπερ αυτας και εδικαιωσας τας αδελφας σου εν πασαις ταις ανομιαις σου αις εποιησας

52 και συ κομισαι βασανον σου εν η εφθειρας τας αδελφας σου εν ταις αμαρτιαις σου αις ηνομησας υπερ αυτας και εδικαιωσας αυτας υπερ σεαυτην και συ αισχυνθητι και λαβε την ατιμιαν σου εν τω δικαιωσαι σε τας αδελφας σου

53 και αποστρεψω τας αποστροφας αυτων την αποστροφην σοδομων και των θυγατερων αυτης και αποστρεψω την αποστροφην σαμαρειας και των θυγατερων αυτης και αποστρεψω την αποστροφην σου εν μεσω αυτων

54 οπως κομιση την βασανον σου και ατιμωθηση εκ παντων ων εποιησας εν τω σε παροργισαι με

55 και η αδελφη σου σοδομα και αι θυγατερες αυτης αποκατασταθησονται καθως ησαν απ' αρχης και σαμαρεια και αι θυγατερες αυτης αποκατασταθησονται καθως ησαν απ' αρχης και συ και αι θυγατερες σου αποκατασταθησεσθε καθως απ' αρχης ητε

56 και ει μη ην σοδομα η αδελφη σου εις ακοην εν τω στοματι σου εν ταις ημεραις υπερηφανιας σου

57 προ του αποκαλυφθηναι τας κακιας σου ον τροπον νυν ονειδος ει θυγατερων συριας και παντων των κυκλω αυτης θυγατερων αλλοφυλων των περιεχουσων σε κυκλω

58 τας ασεβειας σου και τας ανομιας σου συ κεκομισαι αυτας λεγει κυριος

59 ταδε λεγει κυριος και ποιησω εν σοι καθως εποιησας ως ητιμωσας ταυτα του παραβηναι την διαθηκην μου

60 και μνησθησομαι εγω της διαθηκης μου της μετα σου εν ημεραις νηπιοτητος σου και αναστησω σοι διαθηκην αιωνιον

61 και μνησθηση την οδον σου και εξατιμωθηση εν τω αναλαβειν σε τας αδελφας σου τας πρεσβυτερας σου συν ταις νεωτεραις σου και δωσω αυτας σοι εις οικοδομην και ουκ εκ διαθηκης σου

62 και αναστησω εγω την διαθηκην μου μετα σου και επιγνωση οτι εγω κυριος

63 οπως μνησθης και αισχυνθης και μη η σοι ετι ανοιξαι το στομα σου απο προσωπου της ατιμιας σου εν τω εξιλασκεσθαι με σοι κατα παντα οσα εποιησας λεγει κυριος

← Předchozí   Další →

   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Apocalypse Explained 1029

Apocalypse Revealed 350, 880

A Brief Exposition of New Church Doctrine 100

Doctrine of the Lord 64

The Inner Meaning of the Prophets and Psalms 139


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 93, 213, 289, 297, 374, 622, 666, ...

Apocalypse Revealed 134, 166, 189, 209, 213, 216, 245, ...

Conjugial Love 119

Doctrine of the Lord 28

Life 79

Heaven and Hell 180

True Christianity 306, 314, 583, 782


References from Swedenborg's unpublished works:

Apocalypse Explained 126, 141, 195, 238, 240, 242, 272, ...

Spiritual Experiences 246, 5160

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Genesis 24:22, 38:16

Exodus 15:16, 24:8

Leviticus 26:30

Numbers 35:16, 17, 18, 21, 31

Deuteronomy 1:10, 11, 22:22, 24, 29:24, 32:13, 32, 43

1 Kings 12:28, 14:23

2 Chronicles 21:11, 28:3, 5, 18, 25, 36:17

Esther 9:27

Job 29:6, 34:26, 40:4

Psalms 45:15, 78:37, 85:3, 106:38, 41, 45, 147:14

Proverbs 7:19

Song of Solomon 1:10, 11

Isaiah 3:11, 19, 21, 10:11, 14:1, 24:5, 33:24, 43:1, 27, 44:22, 47:8, 55:3, 57:5, 9, 58:1, 61:8

Jeremiah 1:16, 2:2, 10, 18, 20, 24, 3:1, 11, 20, 24, 11:10, 13:26, 27, 19:5, 23:40, 25:9, 31:32, 46:27, 52:13

Lamentations 2:15

Ezekiel 5:6, 8, 12, 13, 15, 7:3, 8, 20, 9:10, 16:3, 20, 22, 27, 36, 43, 45, 57, 58, 17:19, 18:7, 20:4, 26, 28, 29, 43, 22:2, 23:1, 3, 23, 25, 36:18, 22, 25, 32, 37:26, 43:10

Daniel 9:13, 14

Hosea 1:2, 2:5, 10, 20, 4:18, 8:9, 10, 9:1, 11:1, 14:1

Micah 1:5, 5:12, 13

Luke 1:72, 15:22, 22:20

John 10:3

Romans 2:1, 3:19, 6:21, 9:4

Ephesians 5:26

1 Peter 3:20

1 John 5:6

Revelation 17:16

Ze Swedenborgových děl

 

Apocalypse Revealed # 814

Apocalypse Revealed (Rogers translation)      

Study this Passage

Přejděte do sekce / 962  

← Předchozí   Další →

814. 19:8 And it was granted her to be arrayed in fine linen, clean and bright. This symbolically means that those who will belong to the Lord's New Church are being instructed through the Word by the Lord in truths that are genuine and pure.

Being granted to her means to the wife, who symbolizes the Lord's New Church, namely, the New Jerusalem, as in no. 813 just above. To be arrayed means, symbolically, to be instructed in truths, inasmuch as garments symbolize truths (no. 166), and white garments genuine truths (no. 212). Fine linen, clean and bright, symbolically means glistening as a result of goodness, and pure as a result of truths. And because there is no pure truth from any other source than from the Lord through the Word, therefore this, too, is symbolically meant.

The fine linen is said to be clean and bright because cleanliness symbolizes something that is free of evil, thus something that glistens as a result of goodness, and brightness symbolizes something that is free of falsity, thus something pure as a result of truth.

Fine linen, or something made of fine linen, symbolizes genuine truth also in the following passages:

I clothed you (O Jerusalem) in embroidered cloth..., I clothed you with fine linen and covered you with silk... Thus you were adorned with gold and silver, and your clothing was of fine linen and silk... (Ezekiel 16:10, 13)

Fine linen with embroidery from Egypt was your sail. (Ezekiel 27:7)

The latter is said of Tyre, which symbolizes the church in respect to concepts of truth and goodness.

The hosts in heaven followed Him on white horses, clothed in fine linen, white and clean. (Revelation 19:14)

Pharaoh's clothing Joseph "in garments of fine linen" (Genesis 41:42) has the same symbolic meaning.

Truth from the Word in their possession, though not internalized by them, is symbolized by the fine linen in Babylon in Revelation 18:12, 16, and by that possessed by the rich man in Luke 16:19.

Fine linen is also called cotton, so that this, too, symbolizes genuine truth, in the following:

You shall make (for Aaron) a checkered tunic of cotton, and you shall make the turban of cotton... (Exodus 28:39)

They made tunics of cotton... for Aaron and his sons... (Exodus 39:27)

You shall make the tabernacle... cotton interwoven with blue, purple, and scarlet double-dyed. (Exodus 26:1, cf. 36:8)

You shall make... hangings for the court of woven cotton... (Exodus 27:9, cf. 27:18; 38:9)

Also the screen... of the court...(with) woven cotton. (Exodus 38:18)

(Odkazy: Apocalypse Revealed 812)

Přejděte do sekce / 962  

← Předchozí   Další →

   Study this Passage
From Swedenborg's Works

Inbound References:

Apocalypse Revealed 773, 803, 815, 826

Other New Christian Commentary

Thanks to the General Church of the New Jerusalem for the permission to use this translation.


Přeložit: