Bible

 

Numbers 22

Studie

   

1 καὶ ἀπάραντες οἱ υἱοὶ ισραηλ παρενέβαλον ἐπὶ δυσμῶν μωαβ παρὰ τὸν ιορδάνην κατὰ ιεριχω

2 καὶ ἰδὼν βαλακ υἱὸς σεπφωρ πάντα ὅσα ἐποίησεν ισραηλ τῷ αμορραίῳ

3 καὶ ἐφοβήθη μωαβ τὸν λαὸν σφόδρα ὅτι πολλοὶ ἦσαν καὶ προσώχθισεν μωαβ ἀπὸ προσώπου υἱῶν ισραηλ

4 καὶ εἶπεν μωαβ τῇ γερουσίᾳ μαδιαμ νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν ὡς ἐκλείξαι ὁ μόσχος τὰ χλωρὰ ἐκ τοῦ πεδίου καὶ βαλακ υἱὸς σεπφωρ βασιλεὺς μωαβ ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον

5 καὶ ἀπέστειλεν πρέσβεις πρὸς βαλααμ υἱὸν βεωρ φαθουρα ὅ ἐστιν ἐπὶ τοῦ ποταμοῦ γῆς υἱῶν λαοῦ αὐτοῦ καλέσαι αὐτὸν λέγων ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ αἰγύπτου καὶ ἰδοὺ κατεκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου

6 καὶ νῦν δεῦρο ἄρασαί μοι τὸν λαὸν τοῦτον ὅτι ἰσχύει οὗτος ἢ ἡμεῖς ἐὰν δυνώμεθα πατάξαι ἐξ αὐτῶν καὶ ἐκβαλῶ αὐτοὺς ἐκ τῆς γῆς ὅτι οἶδα οὓς ἐὰν εὐλογήσῃς σύ εὐλόγηνται καὶ οὓς ἐὰν καταράσῃ σύ κεκατήρανται

7 καὶ ἐπορεύθη ἡ γερουσία μωαβ καὶ ἡ γερουσία μαδιαμ καὶ τὰ μαντεῖα ἐν ταῖς χερσὶν αὐτῶν καὶ ἦλθον πρὸς βαλααμ καὶ εἶπαν αὐτῷ τὰ ῥήματα βαλακ

8 καὶ εἶπεν πρὸς αὐτούς καταλύσατε αὐτοῦ τὴν νύκτα καὶ ἀποκριθήσομαι ὑμῖν πράγματα ἃ ἐὰν λαλήσῃ κύριος πρός με καὶ κατέμειναν οἱ ἄρχοντες μωαβ παρὰ βαλααμ

9 καὶ ἦλθεν ὁ θεὸς πρὸς βαλααμ καὶ εἶπεν αὐτῷ τί οἱ ἄνθρωποι οὗτοι παρὰ σοί

10 καὶ εἶπεν βαλααμ πρὸς τὸν θεόν βαλακ υἱὸς σεπφωρ βασιλεὺς μωαβ ἀπέστειλεν αὐτοὺς πρός με λέγων

11 ἰδοὺ λαὸς ἐξελήλυθεν ἐξ αἰγύπτου καὶ ἰδοὺ κεκάλυφεν τὴν ὄψιν τῆς γῆς καὶ οὗτος ἐγκάθηται ἐχόμενός μου καὶ νῦν δεῦρο ἄρασαί μοι αὐτόν εἰ ἄρα δυνήσομαι πατάξαι αὐτὸν καὶ ἐκβαλῶ αὐτὸν ἀπὸ τῆς γῆς

12 καὶ εἶπεν ὁ θεὸς πρὸς βαλααμ οὐ πορεύσῃ μετ' αὐτῶν οὐδὲ καταράσῃ τὸν λαόν ἔστιν γὰρ εὐλογημένος

13 καὶ ἀναστὰς βαλααμ τὸ πρωὶ εἶπεν τοῖς ἄρχουσιν βαλακ ἀποτρέχετε πρὸς τὸν κύριον ὑμῶν οὐκ ἀφίησίν με ὁ θεὸς πορεύεσθαι μεθ' ὑμῶν

14 καὶ ἀναστάντες οἱ ἄρχοντες μωαβ ἦλθον πρὸς βαλακ καὶ εἶπαν οὐ θέλει βαλααμ πορευθῆναι μεθ' ἡμῶν

15 καὶ προσέθετο βαλακ ἔτι ἀποστεῖλαι ἄρχοντας πλείους καὶ ἐντιμοτέρους τούτων

16 καὶ ἦλθον πρὸς βαλααμ καὶ λέγουσιν αὐτῷ τάδε λέγει βαλακ ὁ τοῦ σεπφωρ ἀξιῶ σε μὴ ὀκνήσῃς ἐλθεῖν πρός με

17 ἐντίμως γὰρ τιμήσω σε καὶ ὅσα ἐὰν εἴπῃς ποιήσω σοι καὶ δεῦρο ἐπικατάρασαί μοι τὸν λαὸν τοῦτον

18 καὶ ἀπεκρίθη βαλααμ καὶ εἶπεν τοῖς ἄρχουσιν βαλακ ἐὰν δῷ μοι βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ποιῆσαι αὐτὸ μικρὸν ἢ μέγα ἐν τῇ διανοίᾳ μου

19 καὶ νῦν ὑπομείνατε αὐτοῦ καὶ ὑμεῖς τὴν νύκτα ταύτην καὶ γνώσομαι τί προσθήσει κύριος λαλῆσαι πρός με

20 καὶ ἦλθεν ὁ θεὸς πρὸς βαλααμ νυκτὸς καὶ εἶπεν αὐτῷ εἰ καλέσαι σε πάρεισιν οἱ ἄνθρωποι οὗτοι ἀναστὰς ἀκολούθησον αὐτοῖς ἀλλὰ τὸ ῥῆμα ὃ ἂν λαλήσω πρὸς σέ τοῦτο ποιήσεις

21 καὶ ἀναστὰς βαλααμ τὸ πρωὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη μετὰ τῶν ἀρχόντων μωαβ

22 καὶ ὠργίσθη θυμῷ ὁ θεὸς ὅτι ἐπορεύθη αὐτός καὶ ἀνέστη ὁ ἄγγελος τοῦ θεοῦ ἐνδιαβάλλειν αὐτόν καὶ αὐτὸς ἐπιβεβήκει ἐπὶ τῆς ὄνου αὐτοῦ καὶ δύο παῖδες αὐτοῦ μετ' αὐτοῦ

23 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν ῥομφαίαν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐξέκλινεν ἡ ὄνος ἐκ τῆς ὁδοῦ καὶ ἐπορεύετο εἰς τὸ πεδίον καὶ ἐπάταξεν τὴν ὄνον τῇ ῥάβδῳ τοῦ εὐθῦναι αὐτὴν ἐν τῇ ὁδῷ

24 καὶ ἔστη ὁ ἄγγελος τοῦ θεοῦ ἐν ταῖς αὔλαξιν τῶν ἀμπέλων φραγμὸς ἐντεῦθεν καὶ φραγμὸς ἐντεῦθεν

25 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ προσέθλιψεν ἑαυτὴν πρὸς τὸν τοῖχον καὶ ἀπέθλιψεν τὸν πόδα βαλααμ καὶ προσέθετο ἔτι μαστίξαι αὐτήν

26 καὶ προσέθετο ὁ ἄγγελος τοῦ θεοῦ καὶ ἀπελθὼν ὑπέστη ἐν τόπῳ στενῷ εἰς ὃν οὐκ ἦν ἐκκλῖναι δεξιὰν οὐδὲ ἀριστεράν

27 καὶ ἰδοῦσα ἡ ὄνος τὸν ἄγγελον τοῦ θεοῦ συνεκάθισεν ὑποκάτω βαλααμ καὶ ἐθυμώθη βαλααμ καὶ ἔτυπτεν τὴν ὄνον τῇ ῥάβδῳ

28 καὶ ἤνοιξεν ὁ θεὸς τὸ στόμα τῆς ὄνου καὶ λέγει τῷ βαλααμ τί ἐποίησά σοι ὅτι πέπαικάς με τοῦτο τρίτον

29 καὶ εἶπεν βαλααμ τῇ ὄνῳ ὅτι ἐμπέπαιχάς μοι καὶ εἰ εἶχον μάχαιραν ἐν τῇ χειρί μου ἤδη ἂν ἐξεκέντησά σε

30 καὶ λέγει ἡ ὄνος τῷ βαλααμ οὐκ ἐγὼ ἡ ὄνος σου ἐφ' ἧς ἐπέβαινες ἀπὸ νεότητός σου ἕως τῆς σήμερον ἡμέρας μὴ ὑπεροράσει ὑπεριδοῦσα ἐποίησά σοι οὕτως ὁ δὲ εἶπεν οὐχί

31 ἀπεκάλυψεν δὲ ὁ θεὸς τοὺς ὀφθαλμοὺς βαλααμ καὶ ὁρᾷ τὸν ἄγγελον κυρίου ἀνθεστηκότα ἐν τῇ ὁδῷ καὶ τὴν μάχαιραν ἐσπασμένην ἐν τῇ χειρὶ αὐτοῦ καὶ κύψας προσεκύνησεν τῷ προσώπῳ αὐτοῦ

32 καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος τοῦ θεοῦ διὰ τί ἐπάταξας τὴν ὄνον σου τοῦτο τρίτον καὶ ἰδοὺ ἐγὼ ἐξῆλθον εἰς διαβολήν σου ὅτι οὐκ ἀστεία ἡ ὁδός σου ἐναντίον μου

33 καὶ ἰδοῦσά με ἡ ὄνος ἐξέκλινεν ἀπ' ἐμοῦ τρίτον τοῦτο καὶ εἰ μὴ ἐξέκλινεν νῦν οὖν σὲ μὲν ἀπέκτεινα ἐκείνην δὲ περιεποιησάμην

34 καὶ εἶπεν βαλααμ τῷ ἀγγέλῳ κυρίου ἡμάρτηκα οὐ γὰρ ἠπιστάμην ὅτι σύ μοι ἀνθέστηκας ἐν τῇ ὁδῷ εἰς συνάντησιν καὶ νῦν εἰ μή σοι ἀρέσκει ἀποστραφήσομαι

35 καὶ εἶπεν ὁ ἄγγελος τοῦ θεοῦ πρὸς βαλααμ συμπορεύθητι μετὰ τῶν ἀνθρώπων πλὴν τὸ ῥῆμα ὃ ἐὰν εἴπω πρὸς σέ τοῦτο φυλάξῃ λαλῆσαι καὶ ἐπορεύθη βαλααμ μετὰ τῶν ἀρχόντων βαλακ

36 καὶ ἀκούσας βαλακ ὅτι ἥκει βαλααμ ἐξῆλθεν εἰς συνάντησιν αὐτῷ εἰς πόλιν μωαβ ἥ ἐστιν ἐπὶ τῶν ὁρίων αρνων ὅ ἐστιν ἐκ μέρους τῶν ὁρίων

37 καὶ εἶπεν βαλακ πρὸς βαλααμ οὐχὶ ἀπέστειλα πρὸς σὲ καλέσαι σε διὰ τί οὐκ ἤρχου πρός με ὄντως οὐ δυνήσομαι τιμῆσαί σε

38 καὶ εἶπεν βαλααμ πρὸς βαλακ ἰδοὺ ἥκω πρὸς σέ νῦν δυνατὸς ἔσομαι λαλῆσαί τι τὸ ῥῆμα ὃ ἐὰν βάλῃ ὁ θεὸς εἰς τὸ στόμα μου τοῦτο λαλήσω

39 καὶ ἐπορεύθη βαλααμ μετὰ βαλακ καὶ ἦλθον εἰς πόλεις ἐπαύλεων

40 καὶ ἔθυσεν βαλακ πρόβατα καὶ μόσχους καὶ ἀπέστειλεν τῷ βαλααμ καὶ τοῖς ἄρχουσι τοῖς μετ' αὐτοῦ

41 καὶ ἐγενήθη πρωὶ καὶ παραλαβὼν βαλακ τὸν βαλααμ ἀνεβίβασεν αὐτὸν ἐπὶ τὴν στήλην τοῦ βααλ καὶ ἔδειξεν αὐτῷ ἐκεῖθεν μέρος τι τοῦ λαοῦ

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 7097

Prostudujte si tuto pasáž

  
/ 10837  
  

7097. 'I do not know Jehovah' means that they have no interest in the Lord. This is clear from the meaning of 'not knowing' as having no interest in, for a person who has no interest in something says that he knows nothing about it; and 'Jehovah' is used to mean the Lord, see above in 7091. The implications of this, of Pharaoh's saying that he does not know Jehovah, are as follows: The Egyptians had known Jehovah since ancient times, the reason being that the Ancient Church had existed in Egypt also, as may be plainly recognized from the fact that they were in possession of the representatives and meaningful signs of that Church. Egyptian hieroglyphics are nothing else, for these served to denote spiritual realities; and people knew that they did in actual fact correspond to those realities. But because they began to use such representatives and signs in their sacred worship, to treat them as objects of worship and also at length to turn them into magic, and in so doing to become linked to the devil's crew in hell, they completely destroyed the Ancient Church among themselves. This is why in the Word 'the Egyptians' means facts known to the Church that have been perverted, and also falsities that are opposed to the truths of the Church.

[2] Once the worship of God had become perverted in this way in Egypt, then they were no longer allowed to worship Jehovah either, or at length even to know that Jehovah had been the God of the Ancient Church; and the reason why this happened was to prevent them from profaning the name of Jehovah. The fact that the name of Jehovah was also known at that time, before it was revealed once again to Abraham's descendants through Moses on Mount Horeb, is plainly evident from Balaam, who was from Syria. He not only knew Jehovah but also worshipped Him and offered sacrifice to Him, Numbers 22-24. From all this one may now see why Pharaoh said, 'Who is Jehovah whose voice I am to hear, [telling me] to send the people away? I do not know Jehovah.'

[3] But since 'Pharaoh' represents those in hell who are steeped in falsities and molest those belonging to the spiritual Church, what is involved in all this needs to be stated. Those in hell who molest members of the spiritual Church consist for the most part of the kind of people who have said that faith alone saves and yet have led a life contrary to faith. And since the life they have led, thus the evil which they have contemplated, planned, and carried out, remains after death of the body, therefore to defend the evils assimilated into their life they either employ the things which they have said were matters of faith or else reject them altogether. But to prevent them from misusing the truths of faith, these are taken away from them. And when those truths have been taken they seize on falsities, which are completely contrary to the truths of faith, and then use the falsities to molest those guided by truths. Doing this is then for them the delight of life. Quite a number of them, to acquire power, also learn magic. This is done by those who used various tricks which they devised in the world to deceive their neighbour, and being successful then attributed everything to their own prudence.

[4] Those who have become like this acknowledge the Father as the Creator of all things, but they do not acknowledge the Lord. Regarding the Lord they use similar words to Pharaoh's here regarding Jehovah, 'Who is Jehovah? I do not know Jehovah'. Indeed just as the whole sphere pervading heaven is full of an acknowledgement of and love for the Lord, so the whole sphere pervading the hells is full of a denial of the Lord and of hatred towards Him. Nor can they bear to hear His name mentioned. Those in hell are by nature such that admonitions and threats do not make them leave off, so great is the delight of their life to molest the upright and draw them away from their acknowledgement of the Lord and faith in Him. That delight is intensified by the admonitions they receive to leave off, for they lead them to imagine that those whom they molest will shortly be done for. These are the ones whom 'Pharaoh' and 'the Egyptians' are used to mean specifically.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.