Bible

 

Numbers 2

Studie

   

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων

2 ἄνθρωπος ἐχόμενος αὐτοῦ κατὰ τάγμα κατὰ σημέας κατ' οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ ισραηλ ἐναντίοι κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ ισραηλ

3 καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατ' ἀνατολὰς τάγμα παρεμβολῆς ιουδα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ιουδα ναασσων υἱὸς αμιναδαβ

4 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι

5 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ισσαχαρ καὶ ὁ ἄρχων τῶν υἱῶν ισσαχαρ ναθαναηλ υἱὸς σωγαρ

6 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

7 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς ζαβουλων καὶ ὁ ἄρχων τῶν υἱῶν ζαβουλων ελιαβ υἱὸς χαιλων

8 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

9 πάντες οἱ ἐπεσκεμμένοι ἐκ τῆς παρεμβολῆς ιουδα ἑκατὸν ὀγδοήκοντα χιλιάδες καὶ ἑξακισχίλιοι καὶ τετρακόσιοι σὺν δυνάμει αὐτῶν πρῶτοι ἐξαροῦσιν

10 τάγμα παρεμβολῆς ρουβην πρὸς λίβα σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν ρουβην ελισουρ υἱὸς σεδιουρ

11 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

12 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς συμεων καὶ ὁ ἄρχων τῶν υἱῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι

13 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι

14 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς γαδ καὶ ὁ ἄρχων τῶν υἱῶν γαδ ελισαφ υἱὸς ραγουηλ

15 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα

16 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς ρουβην ἑκατὸν πεντήκοντα μία χιλιάδες καὶ τετρακόσιοι καὶ πεντήκοντα σὺν δυνάμει αὐτῶν δεύτεροι ἐξαροῦσιν

17 καὶ ἀρθήσεται ἡ σκηνὴ τοῦ μαρτυρίου καὶ ἡ παρεμβολὴ τῶν λευιτῶν μέσον τῶν παρεμβολῶν ὡς καὶ παρεμβάλλουσιν οὕτως καὶ ἐξαροῦσιν ἕκαστος ἐχόμενος καθ' ἡγεμονίαν

18 τάγμα παρεμβολῆς εφραιμ παρὰ θάλασσαν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν εφραιμ ελισαμα υἱὸς εμιουδ

19 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

20 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς μανασση καὶ ὁ ἄρχων τῶν υἱῶν μανασση γαμαλιηλ υἱὸς φαδασσουρ

21 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι

22 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς βενιαμιν καὶ ὁ ἄρχων τῶν υἱῶν βενιαμιν αβιδαν υἱὸς γαδεωνι

23 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι

24 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς εφραιμ ἑκατὸν χιλιάδες καὶ ὀκτακισχίλιοι καὶ ἑκατὸν σὺν δυνάμει αὐτῶν τρίτοι ἐξαροῦσιν

25 τάγμα παρεμβολῆς δαν πρὸς βορρᾶν σὺν δυνάμει αὐτῶν καὶ ὁ ἄρχων τῶν υἱῶν δαν αχιεζερ υἱὸς αμισαδαι

26 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

27 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι αὐτοῦ φυλῆς ασηρ καὶ ὁ ἄρχων τῶν υἱῶν ασηρ φαγαιηλ υἱὸς εχραν

28 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

29 καὶ οἱ παρεμβάλλοντες ἐχόμενοι φυλῆς νεφθαλι καὶ ὁ ἄρχων τῶν υἱῶν νεφθαλι αχιρε υἱὸς αιναν

30 δύναμις αὐτοῦ οἱ ἐπεσκεμμένοι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

31 πάντες οἱ ἐπεσκεμμένοι τῆς παρεμβολῆς δαν ἑκατὸν καὶ πεντήκοντα ἑπτὰ χιλιάδες καὶ ἑξακόσιοι ἔσχατοι ἐξαροῦσιν κατὰ τάγμα αὐτῶν

32 αὕτη ἡ ἐπίσκεψις τῶν υἱῶν ισραηλ κατ' οἴκους πατριῶν αὐτῶν πᾶσα ἡ ἐπίσκεψις τῶν παρεμβολῶν σὺν ταῖς δυνάμεσιν αὐτῶν ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα

33 οἱ δὲ λευῖται οὐ συνεπεσκέπησαν ἐν αὐτοῖς καθὰ ἐνετείλατο κύριος τῷ μωυσῇ

34 καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ πάντα ὅσα συνέταξεν κύριος τῷ μωυσῇ οὕτως παρενέβαλον κατὰ τάγμα αὐτῶν καὶ οὕτως ἐξῆρον ἕκαστος ἐχόμενοι κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν

   

Komentář

 

Substance and Form

Napsal(a) New Christian Bible Study Staff, John Odhner

The terms "substance" and "form" are used often in New Christian thought. What do they mean?

The substance of a thing is its essential "thingness", its being or essence, which exists at an interior level. We usually think of form as shape, and in some senses that's correct: a potter shapes a vase out of clay, and we see it as a graceful hollow shape, and may imagine flowers in it. Similarly, a house has a shape, and from its shape we may even name it, as a ranch or colonial house. But if we think a little more deeply we can see a house as the place where a family may live, and if it is well taken care of, we can suppose that the family may cherish it as a home, and if we see indications that there are children living there, in our minds we can imagine love and closeness there. The house, by these indications, becomes a form or external expression of the love and security that we understand may be within it.

In the Word the idea of forms is used this way. The ordered camp of Israel with the tabernacle in its midst, described in Numbers 2, is a form of an orderly and worshipful human mind. The woman clothed with the sun, pictured in Revelation 12:1, is the form and representation of the new church the Lord is forming. The man-child she brings forth is the form of that church's doctrine. A form is an external that we can easily picture that contains the essence of an abstract idea that is more difficult to grasp, and it connects the internal usefulness of the abstract directly to the external usefulness of the external or tangible form.

Substance and form work together. A good love is brought into being via forming an action.

We use this concept all the time when we talk. Our loves are substances, and they are formed into thoughts, and then into words. As long as we are speaking sincerely, the emotion, the thought and the spoken word can be seen as one united thing.