Bible

 

Numbers 17

Studie

   

1 καὶ εἶπεν κύριος πρὸς μωυσῆν

2 καὶ πρὸς ελεαζαρ τὸν υἱὸν ααρων τὸν ἱερέα ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ ἐκ μέσου τῶν κατακεκαυμένων καὶ τὸ πῦρ τὸ ἀλλότριον τοῦτο σπεῖρον ἐκεῖ ὅτι ἡγίασαν

3 τὰ πυρεῖα τῶν ἁμαρτωλῶν τούτων ἐν ταῖς ψυχαῖς αὐτῶν καὶ ποίησον αὐτὰ λεπίδας ἐλατάς περίθεμα τῷ θυσιαστηρίῳ ὅτι προσηνέχθησαν ἔναντι κυρίου καὶ ἡγιάσθησαν καὶ ἐγένοντο εἰς σημεῖον τοῖς υἱοῖς ισραηλ

4 καὶ ἔλαβεν ελεαζαρ υἱὸς ααρων τοῦ ἱερέως τὰ πυρεῖα τὰ χαλκᾶ ὅσα προσήνεγκαν οἱ κατακεκαυμένοι καὶ προσέθηκαν αὐτὰ περίθεμα τῷ θυσιαστηρίῳ

5 μνημόσυνον τοῖς υἱοῖς ισραηλ ὅπως ἂν μὴ προσέλθῃ μηθεὶς ἀλλογενής ὃς οὐκ ἔστιν ἐκ τοῦ σπέρματος ααρων ἐπιθεῖναι θυμίαμα ἔναντι κυρίου καὶ οὐκ ἔσται ὥσπερ κορε καὶ ἡ ἐπισύστασις αὐτοῦ καθὰ ἐλάλησεν κύριος ἐν χειρὶ μωυσῆ

6 καὶ ἐγόγγυσαν οἱ υἱοὶ ισραηλ τῇ ἐπαύριον ἐπὶ μωυσῆν καὶ ααρων λέγοντες ὑμεῖς ἀπεκτάγκατε τὸν λαὸν κυρίου

7 καὶ ἐγένετο ἐν τῷ ἐπισυστρέφεσθαι τὴν συναγωγὴν ἐπὶ μωυσῆν καὶ ααρων καὶ ὥρμησαν ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ τήνδε ἐκάλυψεν αὐτὴν ἡ νεφέλη καὶ ὤφθη ἡ δόξα κυρίου

8 καὶ εἰσῆλθεν μωυσῆς καὶ ααρων κατὰ πρόσωπον τῆς σκηνῆς τοῦ μαρτυρίου

9 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων

10 ἐκχωρήσατε ἐκ μέσου τῆς συναγωγῆς ταύτης καὶ ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν

11 καὶ εἶπεν μωυσῆς πρὸς ααρων λαβὲ τὸ πυρεῖον καὶ ἐπίθες ἐπ' αὐτὸ πῦρ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἐπίβαλε ἐπ' αὐτὸ θυμίαμα καὶ ἀπένεγκε τὸ τάχος εἰς τὴν παρεμβολὴν καὶ ἐξίλασαι περὶ αὐτῶν ἐξῆλθεν γὰρ ὀργὴ ἀπὸ προσώπου κυρίου ἦρκται θραύειν τὸν λαόν

12 καὶ ἔλαβεν ααρων καθάπερ ἐλάλησεν αὐτῷ μωυσῆς καὶ ἔδραμεν εἰς τὴν συναγωγήν καὶ ἤδη ἐνῆρκτο ἡ θραῦσις ἐν τῷ λαῷ καὶ ἐπέβαλεν τὸ θυμίαμα καὶ ἐξιλάσατο περὶ τοῦ λαοῦ

13 καὶ ἔστη ἀνὰ μέσον τῶν τεθνηκότων καὶ τῶν ζώντων καὶ ἐκόπασεν ἡ θραῦσις

14 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει τέσσαρες καὶ δέκα χιλιάδες καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν κορε

15 καὶ ἐπέστρεψεν ααρων πρὸς μωυσῆν ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐκόπασεν ἡ θραῦσις

16 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

17 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ λαβὲ παρ' αὐτῶν ῥάβδον ῥάβδον κατ' οἴκους πατριῶν παρὰ πάντων τῶν ἀρχόντων αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἑκάστου τὸ ὄνομα αὐτοῦ ἐπίγραψον ἐπὶ τῆς ῥάβδου αὐτοῦ

18 καὶ τὸ ὄνομα ααρων ἐπίγραψον ἐπὶ τῆς ῥάβδου λευι ἔστιν γὰρ ῥάβδος μία κατὰ φυλὴν οἴκου πατριῶν αὐτῶν δώσουσιν

19 καὶ θήσεις αὐτὰς ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου κατέναντι τοῦ μαρτυρίου ἐν οἷς γνωσθήσομαί σοι ἐκεῖ

20 καὶ ἔσται ὁ ἄνθρωπος ὃν ἐὰν ἐκλέξωμαι αὐτόν ἡ ῥάβδος αὐτοῦ ἐκβλαστήσει καὶ περιελῶ ἀπ' ἐμοῦ τὸν γογγυσμὸν τῶν υἱῶν ισραηλ ἃ αὐτοὶ γογγύζουσιν ἐφ' ὑμῖν

21 καὶ ἐλάλησεν μωυσῆς τοῖς υἱοῖς ισραηλ καὶ ἔδωκαν αὐτῷ πάντες οἱ ἄρχοντες αὐτῶν ῥάβδον τῷ ἄρχοντι τῷ ἑνὶ ῥάβδον κατὰ ἄρχοντα κατ' οἴκους πατριῶν αὐτῶν δώδεκα ῥάβδους καὶ ἡ ῥάβδος ααρων ἀνὰ μέσον τῶν ῥάβδων αὐτῶν

22 καὶ ἀπέθηκεν μωυσῆς τὰς ῥάβδους ἔναντι κυρίου ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου

23 καὶ ἐγένετο τῇ ἐπαύριον καὶ εἰσῆλθεν μωυσῆς καὶ ααρων εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἰδοὺ ἐβλάστησεν ἡ ῥάβδος ααρων εἰς οἶκον λευι καὶ ἐξήνεγκεν βλαστὸν καὶ ἐξήνθησεν ἄνθη καὶ ἐβλάστησεν κάρυα

24 καὶ ἐξήνεγκεν μωυσῆς πάσας τὰς ῥάβδους ἀπὸ προσώπου κυρίου πρὸς πάντας υἱοὺς ισραηλ καὶ εἶδον καὶ ἔλαβον ἕκαστος τὴν ῥάβδον αὐτοῦ

25 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἀπόθες τὴν ῥάβδον ααρων ἐνώπιον τῶν μαρτυρίων εἰς διατήρησιν σημεῖον τοῖς υἱοῖς τῶν ἀνηκόων καὶ παυσάσθω ὁ γογγυσμὸς αὐτῶν ἀπ' ἐμοῦ καὶ οὐ μὴ ἀποθάνωσιν

26 καὶ ἐποίησεν μωυσῆς καὶ ααρων καθὰ συνέταξεν κύριος τῷ μωυσῇ οὕτως ἐποίησαν

27 καὶ εἶπαν οἱ υἱοὶ ισραηλ πρὸς μωυσῆν λέγοντες ἰδοὺ ἐξανηλώμεθα ἀπολώλαμεν παρανηλώμεθα

28 πᾶς ὁ ἁπτόμενος τῆς σκηνῆς κυρίου ἀποθνῄσκει ἕως εἰς τέλος ἀποθάνωμεν

   

Ze Swedenborgových děl

 

Apocalypse Revealed # 393

Prostudujte si tuto pasáž

  
/ 962  
  

393. And he was given much incense, that he should offer it for the prayers of all the saints upon the golden altar which was before the throne. This symbolizes a propitiation, lest angels of the Lord's spiritual kingdom be harmed by the spirits of the satanic kingdom situated below.

The incense and golden altar symbolize worship of the Lord springing from a spiritual love (nos. 277, 392). Prayers symbolize those expressions of charity and so of faith that are found in worship (no. 278). And saints mean people who are of the Lord's spiritual kingdom, while the just or righteous are those of His celestial kingdom (no. 173). It can be seen from this that people in the Lord's spiritual kingdom are the subject here.

The much incense here, given for the prayers of all the saints upon the golden altar, symbolizes a propitiation lest the angels be harmed by the spirits of the satanic kingdom situated below, because incense was used for propitiations and expiations, especially when dangers threatened - as can be seen from the following:

When the congregation murmured against Moses and Aaron and they suffered a plague, Aaron took fire from the altar, put incense in the censer, and ran between the living and the dead to make atonement, and the plague was stopped. (Numbers 16:42-50)

The altar of incense also was placed in the Tabernacle in front of the mercy seat upon the ark, and incense was offered on it every morning when they trimmed the lamps. (Exodus 30:1-10)

Moreover, Aaron was commanded to offer incense whenever he entered inside the veil, and a cloud of incense would cover the mercy seat, lest he die. (Leviticus 16:11-13)

It can be seen from this that in the representational Israelite Church, propitiations were made with the burning of incense. So, too, here, lest the angels be harmed by the satanic spirits living below.

  
/ 962  
  

Many thanks to the General Church of the New Jerusalem, and to Rev. N.B. Rogers, translator, for the permission to use this translation.