Bible

 

Numbers 15

Studie

   

1 καὶ εἶπεν κύριος πρὸς μωυσῆν λέγων

2 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὅταν εἰσέλθητε εἰς τὴν γῆν τῆς κατοικήσεως ὑμῶν ἣν ἐγὼ δίδωμι ὑμῖν

3 καὶ ποιήσεις ὁλοκαυτώματα κυρίῳ ὁλοκάρπωμα ἢ θυσίαν μεγαλῦναι εὐχὴν ἢ καθ' ἑκούσιον ἢ ἐν ταῖς ἑορταῖς ὑμῶν ποιῆσαι ὀσμὴν εὐωδίας κυρίῳ εἰ μὲν ἀπὸ τῶν βοῶν ἢ ἀπὸ τῶν προβάτων

4 καὶ προσοίσει ὁ προσφέρων τὸ δῶρον αὐτοῦ κυρίῳ θυσίαν σεμιδάλεως δέκατον τοῦ οιφι ἀναπεποιημένης ἐν ἐλαίῳ ἐν τετάρτῳ τοῦ ιν

5 καὶ οἶνον εἰς σπονδὴν τὸ τέταρτον τοῦ ιν ποιήσετε ἐπὶ τῆς ὁλοκαυτώσεως ἢ ἐπὶ τῆς θυσίας τῷ ἀμνῷ τῷ ἑνὶ ποιήσεις τοσοῦτο κάρπωμα ὀσμὴν εὐωδίας τῷ κυρίῳ

6 καὶ τῷ κριῷ ὅταν ποιῆτε αὐτὸν ἢ εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν ποιήσεις θυσίαν σεμιδάλεως δύο δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ τὸ τρίτον τοῦ ιν

7 καὶ οἶνον εἰς σπονδὴν τὸ τρίτον τοῦ ιν προσοίσετε εἰς ὀσμὴν εὐωδίας κυρίῳ

8 ἐὰν δὲ ἀπὸ τῶν βοῶν ποιῆτε εἰς ὁλοκαύτωμα ἢ εἰς θυσίαν μεγαλῦναι εὐχὴν ἢ εἰς σωτήριον κυρίῳ

9 καὶ προσοίσει ἐπὶ τοῦ μόσχου θυσίαν σεμιδάλεως τρία δέκατα ἀναπεποιημένης ἐν ἐλαίῳ ἥμισυ τοῦ ιν

10 καὶ οἶνον εἰς σπονδὴν τὸ ἥμισυ τοῦ ιν κάρπωμα ὀσμὴν εὐωδίας κυρίῳ

11 οὕτως ποιήσεις τῷ μόσχῳ τῷ ἑνὶ ἢ τῷ κριῷ τῷ ἑνὶ ἢ τῷ ἀμνῷ τῷ ἑνὶ ἐκ τῶν προβάτων ἢ ἐκ τῶν αἰγῶν

12 κατὰ τὸν ἀριθμὸν ὧν ἐὰν ποιήσητε οὕτω ποιήσετε τῷ ἑνὶ κατὰ τὸν ἀριθμὸν αὐτῶν

13 πᾶς ὁ αὐτόχθων ποιήσει οὕτως τοιαῦτα προσενέγκαι καρπώματα εἰς ὀσμὴν εὐωδίας κυρίῳ

14 ἐὰν δὲ προσήλυτος ἐν ὑμῖν προσγένηται ἐν τῇ γῇ ὑμῶν ἢ ὃς ἂν γένηται ἐν ὑμῖν ἐν ταῖς γενεαῖς ὑμῶν καὶ ποιήσει κάρπωμα ὀσμὴν εὐωδίας κυρίῳ ὃν τρόπον ποιεῖτε ὑμεῖς οὕτως ποιήσει ἡ συναγωγὴ κυρίῳ

15 νόμος εἷς ἔσται ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς προσκειμένοις ἐν ὑμῖν νόμος αἰώνιος εἰς γενεὰς ὑμῶν ὡς ὑμεῖς καὶ ὁ προσήλυτος ἔσται ἔναντι κυρίου

16 νόμος εἷς ἔσται καὶ δικαίωμα ἓν ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν ὑμῖν

17 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

18 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ἐν τῷ εἰσπορεύεσθαι ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐγὼ εἰσάγω ὑμᾶς ἐκεῖ

19 καὶ ἔσται ὅταν ἔσθητε ὑμεῖς ἀπὸ τῶν ἄρτων τῆς γῆς ἀφελεῖτε ἀφαίρεμα ἀφόρισμα κυρίῳ

20 ἀπαρχὴν φυράματος ὑμῶν ἄρτον ἀφαίρεμα ἀφοριεῖτε αὐτό ὡς ἀφαίρεμα ἀπὸ ἅλω οὕτως ἀφελεῖτε αὐτόν

21 ἀπαρχὴν φυράματος ὑμῶν καὶ δώσετε κυρίῳ ἀφαίρεμα εἰς τὰς γενεὰς ὑμῶν

22 ὅταν δὲ διαμάρτητε καὶ μὴ ποιήσητε πάσας τὰς ἐντολὰς ταύτας ἃς ἐλάλησεν κύριος πρὸς μωυσῆν

23 καθὰ συνέταξεν κύριος πρὸς ὑμᾶς ἐν χειρὶ μωυσῆ ἀπὸ τῆς ἡμέρας ἧς συνέταξεν κύριος πρὸς ὑμᾶς καὶ ἐπέκεινα εἰς τὰς γενεὰς ὑμῶν

24 καὶ ἔσται ἐὰν ἐξ ὀφθαλμῶν τῆς συναγωγῆς γενηθῇ ἀκουσίως καὶ ποιήσει πᾶσα ἡ συναγωγὴ μόσχον ἕνα ἐκ βοῶν ἄμωμον εἰς ὁλοκαύτωμα εἰς ὀσμὴν εὐωδίας κυρίῳ καὶ θυσίαν τούτου καὶ σπονδὴν αὐτοῦ κατὰ τὴν σύνταξιν καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας

25 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ πάσης συναγωγῆς υἱῶν ισραηλ καὶ ἀφεθήσεται αὐτοῖς ὅτι ἀκούσιόν ἐστιν καὶ αὐτοὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν κάρπωμα κυρίῳ περὶ τῆς ἁμαρτίας αὐτῶν ἔναντι κυρίου περὶ τῶν ἀκουσίων αὐτῶν

26 καὶ ἀφεθήσεται κατὰ πᾶσαν συναγωγὴν υἱῶν ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ πρὸς ὑμᾶς ὅτι παντὶ τῷ λαῷ ἀκούσιον

27 ἐὰν δὲ ψυχὴ μία ἁμάρτῃ ἀκουσίως προσάξει αἶγα μίαν ἐνιαυσίαν περὶ ἁμαρτίας

28 καὶ ἐξιλάσεται ὁ ἱερεὺς περὶ τῆς ψυχῆς τῆς ἀκουσιασθείσης καὶ ἁμαρτούσης ἀκουσίως ἔναντι κυρίου ἐξιλάσασθαι περὶ αὐτοῦ

29 τῷ ἐγχωρίῳ ἐν υἱοῖς ισραηλ καὶ τῷ προσηλύτῳ τῷ προσκειμένῳ ἐν αὐτοῖς νόμος εἷς ἔσται αὐτοῖς ὃς ἂν ποιήσῃ ἀκουσίως

30 καὶ ψυχή ἥτις ποιήσει ἐν χειρὶ ὑπερηφανίας ἀπὸ τῶν αὐτοχθόνων ἢ ἀπὸ τῶν προσηλύτων τὸν θεὸν οὗτος παροξύνει ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς

31 ὅτι τὸ ῥῆμα κυρίου ἐφαύλισεν καὶ τὰς ἐντολὰς αὐτοῦ διεσκέδασεν ἐκτρίψει ἐκτριβήσεται ἡ ψυχὴ ἐκείνη ἡ ἁμαρτία αὐτῆς ἐν αὐτῇ

32 καὶ ἦσαν οἱ υἱοὶ ισραηλ ἐν τῇ ἐρήμῳ καὶ εὗρον ἄνδρα συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων

33 καὶ προσήγαγον αὐτὸν οἱ εὑρόντες αὐτὸν συλλέγοντα ξύλα τῇ ἡμέρᾳ τῶν σαββάτων πρὸς μωυσῆν καὶ ααρων καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν ισραηλ

34 καὶ ἀπέθεντο αὐτὸν εἰς φυλακήν οὐ γὰρ συνέκριναν τί ποιήσωσιν αὐτόν

35 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων θανάτῳ θανατούσθω ὁ ἄνθρωπος λιθοβολήσατε αὐτὸν λίθοις πᾶσα ἡ συναγωγή

36 καὶ ἐξήγαγον αὐτὸν πᾶσα ἡ συναγωγὴ ἔξω τῆς παρεμβολῆς καὶ ἐλιθοβόλησαν αὐτὸν πᾶσα ἡ συναγωγὴ λίθοις ἔξω τῆς παρεμβολῆς καθὰ συνέταξεν κύριος τῷ μωυσῇ

37 καὶ εἶπεν κύριος πρὸς μωυσῆν λέγων

38 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἐρεῖς πρὸς αὐτοὺς καὶ ποιησάτωσαν ἑαυτοῖς κράσπεδα ἐπὶ τὰ πτερύγια τῶν ἱματίων αὐτῶν εἰς τὰς γενεὰς αὐτῶν καὶ ἐπιθήσετε ἐπὶ τὰ κράσπεδα τῶν πτερυγίων κλῶσμα ὑακίνθινον

39 καὶ ἔσται ὑμῖν ἐν τοῖς κρασπέδοις καὶ ὄψεσθε αὐτὰ καὶ μνησθήσεσθε πασῶν τῶν ἐντολῶν κυρίου καὶ ποιήσετε αὐτὰς καὶ οὐ διαστραφήσεσθε ὀπίσω τῶν διανοιῶν ὑμῶν καὶ ὀπίσω τῶν ὀφθαλμῶν ὑμῶν ἐν οἷς ὑμεῖς ἐκπορνεύετε ὀπίσω αὐτῶν

40 ὅπως ἂν μνησθῆτε καὶ ποιήσητε πάσας τὰς ἐντολάς μου καὶ ἔσεσθε ἅγιοι τῷ θεῷ ὑμῶν

41 ἐγὼ κύριος ὁ θεὸς ὑμῶν ὁ ἐξαγαγῶν ὑμᾶς ἐκ γῆς αἰγύπτου εἶναι ὑμῶν θεός ἐγὼ κύριος ὁ θεὸς ὑμῶν

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 8013

Prostudujte si tuto pasáž

  
/ 10837  
  

8013. 'There shall be one law for the native and for the sojourner sojourning in the midst of you' means that someone who has received instruction in and accepted the Church's truth and good, and leads a life in keeping with them, will be as someone within the Church who has already been instructed and leads a life conforming to the commandments of faith and charity. This is clear from the meaning of 'there shall be one law' as a similar right, thus that it shall be as it is with another; from the meaning of 'the native' as one born within the Church who is in possession of its truth and good in respect of doctrine and in respect of life, dealt with just above in Sell; and from the meaning of 'the sojourner sojourning in the midst of you' as one who receives instruction in the Church's truth and good and accepts them, and leads a life in keeping with them, also dealt with above, in 8007.

[2] The expression 'in keeping with the commandments of faith and charity' is used because of the difference, which is that before regeneration one leads a life in keeping with the commandments of faith, but after regeneration in keeping with the commandments of charity. Before regeneration no one knows from affection what charity is, only from doctrine, whose commandments, which are called the commandments of faith, at that time direct a person's life. But after regeneration he does know from affection what charity is. This is because he now loves his neighbour and has a heartfelt desire for his welfare; his life is now directed by a law written on his heart, for an affection that belongs to charity governs his actions. This state is entirely different from the previous one. People in the first state are in dim light so far as the truths and the forms of the good of faith are concerned, but those in the latter state are in comparison in bright light. They see truths and corroborate them in a state of enlightenment, whereas the former see truths and corroborate them not in a state of enlightenment but because they have been convinced that the teachings of the Church are true. And since they do not see them in a state of enlightenment they are equally capable of corroborating falsities as truths, and having corroborated them they see them altogether as truths. From this one may recognize what is meant by leading a life in keeping with the commandments of faith, and what by leading a life in keeping with the commandments of charity.

[3] With regard to sojourners, the people were commanded several times in the Word not to make any distinction between 'the native of the land' and 'the sojourner sojourning with them'. The reason why was that gentile nations from whom sojourners came are just as much received into heaven as those within the Church are, after they have received instruction in and accepted the truths of faith. Regarding gentiles in the next life, see 932, 1032, 1059, 2049, 2284, 2589-2604, 2861, 1863, 3263, 4190, 4197. This was why it was commanded that as it was with the native, so it should be with the sojourner, as in Moses,

If a sojourner should sojourn with you who would make a fire-offering of an odour of rest to Jehovah, he shall do as you do. As for the assembly, one statute shall there be for you and for the sojourner who sojourns, an eternal statute throughout your generations. As you are, so shall the sojourner be before Jehovah. There shall be one law and one judgement for you and for the sojourner sojourning with you. Numbers 15:14-16.

In the same author,

As the native among you shall the sojourner sojourning with you be to you. Leviticus 19:34.

In the same author,

One judgement shall there be for you; it shall be for the sojourner as for the native. Leviticus 14:22.

In the same author,

When the sojourner has sojourned with you, he shall keep the Passover to Jehovah, according to the statute for the Passover, and according to the regulations 1 for it. There shall be one statute for you, both for the sojourner and for the native of the land. Numbers 9:14.

Poznámky pod čarou:

1. literally, statutes

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.