Bible

 

Numbers 14

Studie

   

1 καὶ ἀναλαβοῦσα πᾶσα ἡ συναγωγὴ ἔδωκεν φωνήν καὶ ἔκλαιεν ὁ λαὸς ὅλην τὴν νύκτα ἐκείνην

2 καὶ διεγόγγυζον ἐπὶ μωυσῆν καὶ ααρων πάντες οἱ υἱοὶ ισραηλ καὶ εἶπαν πρὸς αὐτοὺς πᾶσα ἡ συναγωγή ὄφελον ἀπεθάνομεν ἐν γῇ αἰγύπτῳ ἢ ἐν τῇ ἐρήμῳ ταύτῃ εἰ ἀπεθάνομεν

3 καὶ ἵνα τί κύριος εἰσάγει ἡμᾶς εἰς τὴν γῆν ταύτην πεσεῖν ἐν πολέμῳ αἱ γυναῖκες ἡμῶν καὶ τὰ παιδία ἔσονται εἰς διαρπαγήν νῦν οὖν βέλτιον ἡμῖν ἐστιν ἀποστραφῆναι εἰς αἴγυπτον

4 καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ δῶμεν ἀρχηγὸν καὶ ἀποστρέψωμεν εἰς αἴγυπτον

5 καὶ ἔπεσεν μωυσῆς καὶ ααρων ἐπὶ πρόσωπον ἐναντίον πάσης συναγωγῆς υἱῶν ισραηλ

6 ἰησοῦς δὲ ὁ τοῦ ναυη καὶ χαλεβ ὁ τοῦ ιεφοννη τῶν κατασκεψαμένων τὴν γῆν διέρρηξαν τὰ ἱμάτια αὐτῶν

7 καὶ εἶπαν πρὸς πᾶσαν συναγωγὴν υἱῶν ισραηλ λέγοντες ἡ γῆ ἣν κατεσκεψάμεθα αὐτήν ἀγαθή ἐστιν σφόδρα σφόδρα

8 εἰ αἱρετίζει ἡμᾶς κύριος εἰσάξει ἡμᾶς εἰς τὴν γῆν ταύτην καὶ δώσει αὐτὴν ἡμῖν γῆ ἥτις ἐστὶν ῥέουσα γάλα καὶ μέλι

9 ἀλλὰ ἀπὸ τοῦ κυρίου μὴ ἀποστάται γίνεσθε ὑμεῖς δὲ μὴ φοβηθῆτε τὸν λαὸν τῆς γῆς ὅτι κατάβρωμα ἡμῖν ἐστιν ἀφέστηκεν γὰρ ὁ καιρὸς ἀπ' αὐτῶν ὁ δὲ κύριος ἐν ἡμῖν μὴ φοβηθῆτε αὐτούς

10 καὶ εἶπεν πᾶσα ἡ συναγωγὴ καταλιθοβολῆσαι αὐτοὺς ἐν λίθοις καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ ἐπὶ τῆς σκηνῆς τοῦ μαρτυρίου ἐν πᾶσι τοῖς υἱοῖς ισραηλ

11 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἕως τίνος παροξύνει με ὁ λαὸς οὗτος καὶ ἕως τίνος οὐ πιστεύουσίν μοι ἐν πᾶσιν τοῖς σημείοις οἷς ἐποίησα ἐν αὐτοῖς

12 πατάξω αὐτοὺς θανάτῳ καὶ ἀπολῶ αὐτοὺς καὶ ποιήσω σὲ καὶ τὸν οἶκον τοῦ πατρός σου εἰς ἔθνος μέγα καὶ πολὺ μᾶλλον ἢ τοῦτο

13 καὶ εἶπεν μωυσῆς πρὸς κύριον καὶ ἀκούσεται αἴγυπτος ὅτι ἀνήγαγες τῇ ἰσχύι σου τὸν λαὸν τοῦτον ἐξ αὐτῶν

14 ἀλλὰ καὶ πάντες οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς ταύτης ἀκηκόασιν ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάζῃ κύριε καὶ ἡ νεφέλη σου ἐφέστηκεν ἐπ' αὐτῶν καὶ ἐν στύλῳ νεφέλης σὺ πορεύῃ πρότερος αὐτῶν τὴν ἡμέραν καὶ ἐν στύλῳ πυρὸς τὴν νύκτα

15 καὶ ἐκτρίψεις τὸν λαὸν τοῦτον ὡσεὶ ἄνθρωπον ἕνα καὶ ἐροῦσιν τὰ ἔθνη ὅσοι ἀκηκόασιν τὸ ὄνομά σου λέγοντες

16 παρὰ τὸ μὴ δύνασθαι κύριον εἰσαγαγεῖν τὸν λαὸν τοῦτον εἰς τὴν γῆν ἣν ὤμοσεν αὐτοῖς κατέστρωσεν αὐτοὺς ἐν τῇ ἐρήμῳ

17 καὶ νῦν ὑψωθήτω ἡ ἰσχύς σου κύριε ὃν τρόπον εἶπας λέγων

18 κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης

19 ἄφες τὴν ἁμαρτίαν τῷ λαῷ τούτῳ κατὰ τὸ μέγα ἔλεός σου καθάπερ ἵλεως αὐτοῖς ἐγένου ἀπ' αἰγύπτου ἕως τοῦ νῦν

20 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἵλεως αὐτοῖς εἰμι κατὰ τὸ ῥῆμά σου

21 ἀλλὰ ζῶ ἐγὼ καὶ ζῶν τὸ ὄνομά μου καὶ ἐμπλήσει ἡ δόξα κυρίου πᾶσαν τὴν γῆν

22 ὅτι πάντες οἱ ἄνδρες οἱ ὁρῶντες τὴν δόξαν μου καὶ τὰ σημεῖα ἃ ἐποίησα ἐν αἰγύπτῳ καὶ ἐν τῇ ἐρήμῳ ταύτῃ καὶ ἐπείρασάν με τοῦτο δέκατον καὶ οὐκ εἰσήκουσάν μου τῆς φωνῆς

23 ἦ μὴν οὐκ ὄψονται τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν ἀλλ' ἢ τὰ τέκνα αὐτῶν ἅ ἐστιν μετ' ἐμοῦ ὧδε ὅσοι οὐκ οἴδασιν ἀγαθὸν οὐδὲ κακόν πᾶς νεώτερος ἄπειρος τούτοις δώσω τὴν γῆν πάντες δὲ οἱ παροξύναντές με οὐκ ὄψονται αὐτήν

24 ὁ δὲ παῖς μου χαλεβ ὅτι ἐγενήθη πνεῦμα ἕτερον ἐν αὐτῷ καὶ ἐπηκολούθησέν μοι εἰσάξω αὐτὸν εἰς τὴν γῆν εἰς ἣν εἰσῆλθεν ἐκεῖ καὶ τὸ σπέρμα αὐτοῦ κληρονομήσει αὐτήν

25 ὁ δὲ αμαληκ καὶ ὁ χαναναῖος κατοικοῦσιν ἐν τῇ κοιλάδι αὔριον ἐπιστράφητε ὑμεῖς καὶ ἀπάρατε εἰς τὴν ἔρημον ὁδὸν θάλασσαν ἐρυθράν

26 καὶ εἶπεν κύριος πρὸς μωυσῆν καὶ ααρων λέγων

27 ἕως τίνος τὴν συναγωγὴν τὴν πονηρὰν ταύτην ἃ αὐτοὶ γογγύζουσιν ἐναντίον ἐμοῦ τὴν γόγγυσιν τῶν υἱῶν ισραηλ ἣν ἐγόγγυσαν περὶ ὑμῶν ἀκήκοα

28 εἰπὸν αὐτοῖς ζῶ ἐγώ λέγει κύριος ἦ μὴν ὃν τρόπον λελαλήκατε εἰς τὰ ὦτά μου οὕτως ποιήσω ὑμῖν

29 ἐν τῇ ἐρήμῳ ταύτῃ πεσεῖται τὰ κῶλα ὑμῶν καὶ πᾶσα ἡ ἐπισκοπὴ ὑμῶν καὶ οἱ κατηριθμημένοι ὑμῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω ὅσοι ἐγόγγυσαν ἐπ' ἐμοί

30 εἰ ὑμεῖς εἰσελεύσεσθε εἰς τὴν γῆν ἐφ' ἣν ἐξέτεινα τὴν χεῖρά μου κατασκηνῶσαι ὑμᾶς ἐπ' αὐτῆς ἀλλ' ἢ χαλεβ υἱὸς ιεφοννη καὶ ἰησοῦς ὁ τοῦ ναυη

31 καὶ τὰ παιδία ἃ εἴπατε ἐν διαρπαγῇ ἔσεσθαι εἰσάξω αὐτοὺς εἰς τὴν γῆν καὶ κληρονομήσουσιν τὴν γῆν ἣν ὑμεῖς ἀπέστητε ἀπ' αὐτῆς

32 καὶ τὰ κῶλα ὑμῶν πεσεῖται ἐν τῇ ἐρήμῳ ταύτῃ

33 οἱ δὲ υἱοὶ ὑμῶν ἔσονται νεμόμενοι ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἔτη καὶ ἀνοίσουσιν τὴν πορνείαν ὑμῶν ἕως ἂν ἀναλωθῇ τὰ κῶλα ὑμῶν ἐν τῇ ἐρήμῳ

34 κατὰ τὸν ἀριθμὸν τῶν ἡμερῶν ὅσας κατεσκέψασθε τὴν γῆν τεσσαράκοντα ἡμέρας ἡμέραν τοῦ ἐνιαυτοῦ λήμψεσθε τὰς ἁμαρτίας ὑμῶν τεσσαράκοντα ἔτη καὶ γνώσεσθε τὸν θυμὸν τῆς ὀργῆς μου

35 ἐγὼ κύριος ἐλάλησα ἦ μὴν οὕτως ποιήσω τῇ συναγωγῇ τῇ πονηρᾷ ταύτῃ τῇ ἐπισυνεσταμένῃ ἐπ' ἐμέ ἐν τῇ ἐρήμῳ ταύτῃ ἐξαναλωθήσονται καὶ ἐκεῖ ἀποθανοῦνται

36 καὶ οἱ ἄνθρωποι οὓς ἀπέστειλεν μωυσῆς κατασκέψασθαι τὴν γῆν καὶ παραγενηθέντες διεγόγγυσαν κατ' αὐτῆς πρὸς τὴν συναγωγὴν ἐξενέγκαι ῥήματα πονηρὰ περὶ τῆς γῆς

37 καὶ ἀπέθανον οἱ ἄνθρωποι οἱ κατείπαντες κατὰ τῆς γῆς πονηρὰ ἐν τῇ πληγῇ ἔναντι κυρίου

38 καὶ ἰησοῦς υἱὸς ναυη καὶ χαλεβ υἱὸς ιεφοννη ἔζησαν ἀπὸ τῶν ἀνθρώπων ἐκείνων τῶν πεπορευμένων κατασκέψασθαι τὴν γῆν

39 καὶ ἐλάλησεν μωυσῆς τὰ ῥήματα ταῦτα πρὸς πάντας υἱοὺς ισραηλ καὶ ἐπένθησεν ὁ λαὸς σφόδρα

40 καὶ ὀρθρίσαντες τὸ πρωὶ ἀνέβησαν εἰς τὴν κορυφὴν τοῦ ὄρους λέγοντες ἰδοὺ οἵδε ἡμεῖς ἀναβησόμεθα εἰς τὸν τόπον ὃν εἶπεν κύριος ὅτι ἡμάρτομεν

41 καὶ εἶπεν μωυσῆς ἵνα τί ὑμεῖς παραβαίνετε τὸ ῥῆμα κυρίου οὐκ εὔοδα ἔσται ὑμῖν

42 μὴ ἀναβαίνετε οὐ γάρ ἐστιν κύριος μεθ' ὑμῶν καὶ πεσεῖσθε πρὸ προσώπου τῶν ἐχθρῶν ὑμῶν

43 ὅτι ὁ αμαληκ καὶ ὁ χαναναῖος ἐκεῖ ἔμπροσθεν ὑμῶν καὶ πεσεῖσθε μαχαίρᾳ οὗ εἵνεκεν ἀπεστράφητε ἀπειθοῦντες κυρίῳ καὶ οὐκ ἔσται κύριος ἐν ὑμῖν

44 καὶ διαβιασάμενοι ἀνέβησαν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους ἡ δὲ κιβωτὸς τῆς διαθήκης κυρίου καὶ μωυσῆς οὐκ ἐκινήθησαν ἐκ τῆς παρεμβολῆς

45 καὶ κατέβη ὁ αμαληκ καὶ ὁ χαναναῖος ὁ ἐγκαθήμενος ἐν τῷ ὄρει ἐκείνῳ καὶ ἐτρέψαντο αὐτοὺς καὶ κατέκοψαν αὐτοὺς ἕως ερμαν καὶ ἀπεστράφησαν εἰς τὴν παρεμβολήν

   

Ze Swedenborgových děl

 

True Christian Religion # 226

Prostudujte si tuto pasáž

  
/ 853  
  

226. (i) THE WORD IS NOT TO BE UNDERSTOOD WITHOUT DOCTRINE.

This is because the Word in its literal sense is composed of nothing but correspondences, in order that it should simultaneously hold spiritual and celestial meanings; and every single word is a container and support for these. That is why in the literal sense the Divine truths are rarely uncovered, but are clothed. They are then called appearances of truth, and in many cases are made suitable to be understood by the simple, who do not lift their gaze above what is in front of their eyes. Some appear to be contradictions, when in fact there is no contradiction, if the Word is looked at by its own spiritual light. Moreover in some passages of the Prophets there are collections of place-names and personal names, from which no sort of sense can be extracted. Seeing that the Word is like this in its literal sense, it can easily be established that it could not be understood without doctrine.

The Word is not to be understood without doctrine. Doctrine is to be drawn from the literal sense of the Word. But Divine truth, on which doctrine is based, is not visible to any but those who are enlightened by the Lord.

[2] But let us take examples to illustrate this. It is said that Jehovah regrets (Exodus 32:12, 14; Jonah 3:9; 4:2); and also that Jehovah does not regret (Numbers 23:19; 1 Samuel 15:29). These statements cannot be reconciled without doctrine. It is said that Jehovah visits the wickedness of the fathers upon the sons, to the third or fourth generation (Numbers 14:18); and also that a father shall not die on account of his son, nor a son on account of his father, but each in his own sin (Deuteronomy 24:16). Doctrine can show that these statements do not conflict, but are in harmony.

[3] Jesus says:

Ask and it shall be given you; seek and you shall find. To him that knocks, the door shall be opened, Matthew 7:7-8; 21:21-22.

Without doctrine one might believe that each will receive what he asks for; but we know from doctrine that whatever a person asks from the Lord, that is granted. For this too is what the Lord teaches:

If you remain in me and my words remain in you, ask whatever you will, and it will be done for you, John 15:7.

[4] The Lord says:

Blessed are the poor, for theirs is the kingdom of God, Luke 6:20.

Without doctrine one might think that heaven was for the poor and not the rich; but doctrine instructs us that the poor in spirit are meant, for the Lord says:

Blessed are the poor in spirit, for theirs is the kingdom of the heavens, Matthew 5:3.

[5] The Lord says further:

Do not judge, so that you are not judged; with whatever judgment you judge, so will you be judged, Matthew 7:1-2; Luke 6:37.

Without doctrine anyone could be induced to assert that we must not judge wicked people to be wicked; but doctrine tells us we may judge, so long as we do so justly. For the Lord says:

Give just judgments, John 7:24.

[6] Jesus says:

Do not have yourselves called teacher, for you have one teacher, Christ. Do not call anyone on earth your father, for you have one father in the heavens. And do not have yourselves called master, for you have one master, Christ, Matthew 23:8-10.

Without doctrine this would mean that we are not to call anyone teacher, father or master; but doctrine tells us that we may do so in the natural sense, but not in the spiritual.

[7] Jesus said to the disciples:

When the Son of Man sits on the throne of His glory, you too will sit on twelve thrones judging the twelve tribes of Israel, Matthew 19:28.

One might infer from these words that the Lord's disciples too are to act as judges, though in fact they can judge no one. Doctrine therefore will reveal the mystery by the fact that the Lord alone, who is omniscient, and knows the hearts of all, can and will be judge. His twelve disciples mean the church in respect of all its truths and all its kinds of good, which are given to it by the Lord by means of the Word. Doctrine infers from this that it is the truths and kinds of good which will judge everyone, as the Lord said in John (John 3:17-18; 12:47-48). There are many more passages like this in the Word, which show plainly that the Word cannot be understood without doctrine.

  
/ 853  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.