Bible

 

Numbers 1

Studie

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν ἐν τῇ ἐρήμῳ τῇ σινα ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους δευτέρου ἐξελθόντων αὐτῶν ἐκ γῆς αἰγύπτου λέγων

2 λάβετε ἀρχὴν πάσης συναγωγῆς υἱῶν ισραηλ κατὰ συγγενείας αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ἐξ ὀνόματος αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πᾶς ἄρσην

3 ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν δυνάμει ισραηλ ἐπισκέψασθε αὐτοὺς σὺν δυνάμει αὐτῶν σὺ καὶ ααρων ἐπισκέψασθε αὐτούς

4 καὶ μεθ' ὑμῶν ἔσονται ἕκαστος κατὰ φυλὴν ἑκάστου ἀρχόντων κατ' οἴκους πατριῶν ἔσονται

5 καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἵτινες παραστήσονται μεθ' ὑμῶν τῶν ρουβην ελισουρ υἱὸς σεδιουρ

6 τῶν συμεων σαλαμιηλ υἱὸς σουρισαδαι

7 τῶν ιουδα ναασσων υἱὸς αμιναδαβ

8 τῶν ισσαχαρ ναθαναηλ υἱὸς σωγαρ

9 τῶν ζαβουλων ελιαβ υἱὸς χαιλων

10 τῶν υἱῶν ιωσηφ τῶν εφραιμ ελισαμα υἱὸς εμιουδ τῶν μανασση γαμαλιηλ υἱὸς φαδασσουρ

11 τῶν βενιαμιν αβιδαν υἱὸς γαδεωνι

12 τῶν δαν αχιεζερ υἱὸς αμισαδαι

13 τῶν ασηρ φαγαιηλ υἱὸς εχραν

14 τῶν γαδ ελισαφ υἱὸς ραγουηλ

15 τῶν νεφθαλι αχιρε υἱὸς αιναν

16 οὗτοι ἐπίκλητοι τῆς συναγωγῆς ἄρχοντες τῶν φυλῶν κατὰ πατριάς χιλίαρχοι ισραηλ εἰσίν

17 καὶ ἔλαβεν μωυσῆς καὶ ααρων τοὺς ἄνδρας τούτους τοὺς ἀνακληθέντας ἐξ ὀνόματος

18 καὶ πᾶσαν τὴν συναγωγὴν συνήγαγον ἐν μιᾷ τοῦ μηνὸς τοῦ δευτέρου ἔτους καὶ ἐπηξονοῦσαν κατὰ γενέσεις αὐτῶν κατὰ πατριὰς αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶν ἀρσενικὸν κατὰ κεφαλὴν αὐτῶν

19 ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ καὶ ἐπεσκέπησαν ἐν τῇ ἐρήμῳ τῇ σινα

20 καὶ ἐγένοντο οἱ υἱοὶ ρουβην πρωτοτόκου ισραηλ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

21 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ρουβην ἓξ καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

22 τοῖς υἱοῖς συμεων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

23 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς συμεων ἐννέα καὶ πεντήκοντα χιλιάδες καὶ τριακόσιοι

24 τοῖς υἱοῖς ιουδα κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

25 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ιουδα τέσσαρες καὶ ἑβδομήκοντα χιλιάδες καὶ ἑξακόσιοι

26 τοῖς υἱοῖς ισσαχαρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

27 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ισσαχαρ τέσσαρες καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

28 τοῖς υἱοῖς ζαβουλων κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

29 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ζαβουλων ἑπτὰ καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

30 τοῖς υἱοῖς ιωσηφ υἱοῖς εφραιμ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

31 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς εφραιμ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

32 τοῖς υἱοῖς μανασση κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

33 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς μανασση δύο καὶ τριάκοντα χιλιάδες καὶ διακόσιοι

34 τοῖς υἱοῖς βενιαμιν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

35 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς βενιαμιν πέντε καὶ τριάκοντα χιλιάδες καὶ τετρακόσιοι

36 τοῖς υἱοῖς γαδ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

37 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς γαδ πέντε καὶ τεσσαράκοντα χιλιάδες καὶ ἑξακόσιοι καὶ πεντήκοντα

38 τοῖς υἱοῖς δαν κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

39 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς δαν δύο καὶ ἑξήκοντα χιλιάδες καὶ ἑπτακόσιοι

40 τοῖς υἱοῖς ασηρ κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

41 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς ασηρ μία καὶ τεσσαράκοντα χιλιάδες καὶ πεντακόσιοι

42 τοῖς υἱοῖς νεφθαλι κατὰ συγγενείας αὐτῶν κατὰ δήμους αὐτῶν κατ' οἴκους πατριῶν αὐτῶν κατὰ ἀριθμὸν ὀνομάτων αὐτῶν κατὰ κεφαλὴν αὐτῶν πάντα ἀρσενικὰ ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος ἐν τῇ δυνάμει

43 ἡ ἐπίσκεψις αὐτῶν ἐκ τῆς φυλῆς νεφθαλι τρεῖς καὶ πεντήκοντα χιλιάδες καὶ τετρακόσιοι

44 αὕτη ἡ ἐπίσκεψις ἣν ἐπεσκέψαντο μωυσῆς καὶ ααρων καὶ οἱ ἄρχοντες ισραηλ δώδεκα ἄνδρες ἀνὴρ εἷς κατὰ φυλὴν μίαν κατὰ φυλὴν οἴκων πατριᾶς ἦσαν

45 καὶ ἐγένετο πᾶσα ἡ ἐπίσκεψις υἱῶν ισραηλ σὺν δυνάμει αὐτῶν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω πᾶς ὁ ἐκπορευόμενος παρατάξασθαι ἐν ισραηλ

46 ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ πεντακόσιοι καὶ πεντήκοντα

47 οἱ δὲ λευῖται ἐκ τῆς φυλῆς πατριᾶς αὐτῶν οὐκ ἐπεσκέπησαν ἐν τοῖς υἱοῖς ισραηλ

48 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

49 ὅρα τὴν φυλὴν τὴν λευι οὐ συνεπισκέψῃ καὶ τὸν ἀριθμὸν αὐτῶν οὐ λήμψῃ ἐν μέσῳ τῶν υἱῶν ισραηλ

50 καὶ σὺ ἐπίστησον τοὺς λευίτας ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ ἐπὶ πάντα τὰ σκεύη αὐτῆς καὶ ἐπὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῇ αὐτοὶ ἀροῦσιν τὴν σκηνὴν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ αὐτοὶ λειτουργήσουσιν ἐν αὐτῇ καὶ κύκλῳ τῆς σκηνῆς παρεμβαλοῦσιν

51 καὶ ἐν τῷ ἐξαίρειν τὴν σκηνὴν καθελοῦσιν αὐτὴν οἱ λευῖται καὶ ἐν τῷ παρεμβάλλειν τὴν σκηνὴν ἀναστήσουσιν καὶ ὁ ἀλλογενὴς ὁ προσπορευόμενος ἀποθανέτω

52 καὶ παρεμβαλοῦσιν οἱ υἱοὶ ισραηλ ἀνὴρ ἐν τῇ ἑαυτοῦ τάξει καὶ ἀνὴρ κατὰ τὴν ἑαυτοῦ ἡγεμονίαν σὺν δυνάμει αὐτῶν

53 οἱ δὲ λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς ισραηλ καὶ φυλάξουσιν οἱ λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου

54 καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ κατὰ πάντα ἃ ἐνετείλατο κύριος τῷ μωυσῇ καὶ ααρων οὕτως ἐποίησαν

Ze Swedenborgových děl

 

Arcana Coelestia # 2280

Prostudujte si tuto pasáž

  
/ 10837  
  

2280. That 'perhaps twenty will be found there' means even if there is no existence of conflict but good is nevertheless present is clear from the meaning of 'twenty'. As all the numbers mentioned in the Word mean real things and states, as stated and shown in various places already, see 2252, so also does 'twenty'; and what twenty means becomes clear from how it may be obtained, namely from twice ten. In the Word ten, as also tenths, means remnants, and by these are meant everything good and true which the Lord instills into a person from earliest childhood through to the final period of life. Such remnants are referred to in the verse that follows this. Twice ten, or two tens, that is, twenty, is similar in meaning to ten, but to a higher degree, namely that of good.

[2] Three kinds of goods are meant by 'remnants' - those instilled in earliest childhood, those instilled when want of knowledge is still present, and those instilled when intelligence is present. The goods of earliest childhood are those instilled into a person from birth up to the age when he starts to be taught and to know something. The goods received when want of knowledge is still present are instilled when he is being taught and starting to know something. The goods that come with intelligence are instilled when he is able to reflect on what good is and what truth is. Good instilled in earliest childhood is received up to his tenth year.

[3] Good instilled when want of knowledge is still present is instilled from then until his twentieth year; and from this year the person starts to become rational and to have the ability to reflect on good and truth, and to acquire the good received when intelligence is present. The good instilled when want of knowledge is still present is that which is meant by 'twenty', because those with whom merely that good exists do not enter into any temptation. For no one undergoes temptation until he is able to reflect on and to perceive in his own way what good and truth are. Those who have acquired goods by means of temptations were the subject in the two verses previous to this, while in the present verse the subject is those who do not undergo temptations but who nevertheless possess good.

[4] It is because these who possess the good called 'good instilled during want of knowledge' are meant by 'twenty' that all those who had come out of Egypt were included in the census - from 'a son of twenty years and over', and who, as it is stated, were every one 'going into the army'- by whom were meant those whose good was no longer merely that instilled during want of knowledge, referred to in Numbers 1:20, 24, 26, 28, 30, 32, 34, 38, 40, 42, 45; 26:4. It is also said that all who were over twenty years of age died in the wilderness, Numbers 14:29; 32:10-11, because evil could be attributed to them, and because they represented those who yield in temptations. Also the value set for a male who was between five years of age and twenty years was twenty sheckels, Leviticus 27:5, whereas a different value was set for one between twenty years old and sixty, namely fifty shekels, Leviticus 27:3.

[5] As regards the nature of these different kinds of goods - those instilled in earliest childhood, those when want of knowledge is still present, and those when intelligence is present - the last of these is the best, since it is an attribute of wisdom. The good which precedes it, namely that instilled during want of knowledge, is indeed good, but because it has only a small amount of intelligence within it, it cannot be called the good of wisdom. The good that belongs to earliest childhood is indeed in itself good, but it is nevertheless less good than the other two kinds, because it has not as yet had any truth of intelligence allied to it, and so has not become in any way the good of wisdom, but is merely a plane enabling it to become such. Cognitions of truth and good are what enable a person to be wise in the way possible to man. Earliest childhood itself, by which is meant innocence, does not belong to earliest childhood but to wisdom, as may become clearer from what will be stated at the end of this chapter about young children in the next life.

[6] In this verse 'twenty' means no other kind of good, as has been stated, than the good that belongs to not knowing. This good is a characteristic not only, as has been stated, of those under twenty years of age but also of all with whom the good of charity exists but who at the same time have no knowledge of truth. The latter consists of those inside the Church with whom the good of charity exists but who, for whatever reason, do not know what the truth of faith is - as is the case with the majority of those who think about God with reverence and think what is good about the neighbor - and also of all those outside the Church called gentiles who in a similar way lead lives abiding in the good of charity. Though the truths of faith do not exist with such persons outside the Church and inside it, nevertheless because good does so, they have the capacity, no less than young children do, to receive the truths of faith. For the understanding part of their mind has not yet been corrupted by false assumptions nor has the will part been so confirmed by a life of evil, for they do not know what falsity and evil are. Furthermore the life of charity is of such a nature that the falsity and evil that go with want of knowledge can be turned without difficulty towards what is true and good. This is not so in the case of those who have confirmed themselves in things contrary to the truth and who at the same time have led a life immersed in things contrary to good.

[7] In other places in the Word 'two-tenths' means good, both celestial and spiritual. Celestial good and spiritual good derived from this are meant by the two-tenths from which each loaf of the shewbread or of the Presence was made, Leviticus 24:5, while spiritual good was meant by the two-tenths constituting the minchah that accompanied the sacrifice of a ram, Numbers 15:6; 28:12, 20, 28; 29:3, 9, 14. These matters will in the Lord's Divine mercy be dealt with elsewhere.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.