Bible

 

Jeremiah 48

Studie

   

1 καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν ισμαηλ υἱὸς ναθανιου υἱοῦ ελασα ἀπὸ γένους τοῦ βασιλέως καὶ δέκα ἄνδρες μετ' αὐτοῦ πρὸς γοδολιαν εἰς μασσηφα καὶ ἔφαγον ἐκεῖ ἄρτον ἅμα

2 καὶ ἀνέστη ισμαηλ καὶ οἱ δέκα ἄνδρες οἳ ἦσαν μετ' αὐτοῦ καὶ ἐπάταξαν τὸν γοδολιαν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐπὶ τῆς γῆς

3 καὶ πάντας τοὺς ιουδαίους τοὺς ὄντας μετ' αὐτοῦ ἐν μασσηφα καὶ πάντας τοὺς χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ

4 καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸν γοδολιαν καὶ ἄνθρωπος οὐκ ἔγνω

5 καὶ ἤλθοσαν ἄνδρες ἀπὸ συχεμ καὶ ἀπὸ σαλημ καὶ ἀπὸ σαμαρείας ὀγδοήκοντα ἄνδρες ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι καὶ μαναα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον κυρίου

6 καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς ισμαηλ αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον καὶ εἶπεν αὐτοῖς εἰσέλθετε πρὸς γοδολιαν

7 καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ

8 καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ ισμαηλ μὴ ἀνέλῃς ἡμᾶς ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ πυροὶ καὶ κριθαί μέλι καὶ ἔλαιον καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν

9 καὶ τὸ φρέαρ εἰς ὃ ἔρριψεν ἐκεῖ ισμαηλ πάντας οὓς ἐπάταξεν φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς ασα ἀπὸ προσώπου βαασα βασιλέως ισραηλ τοῦτο ἐνέπλησεν ισμαηλ τραυματιῶν

10 καὶ ἀπέστρεψεν ισμαηλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς μασσηφα καὶ τὰς θυγατέρας τοῦ βασιλέως ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ γοδολια υἱῷ αχικαμ καὶ ὤ|χετο εἰς τὸ πέραν υἱῶν αμμων

11 καὶ ἤκουσεν ιωαναν υἱὸς καρηε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ' αὐτοῦ πάντα τὰ κακά ἃ ἐποίησεν ισμαηλ

12 καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ὤ|χοντο πολεμεῖν αὐτὸν καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν γαβαων

13 καὶ ἐγένετο ὅτε εἶδον πᾶς ὁ λαὸς ὁ μετὰ ισμαηλ τὸν ιωαναν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετ' αὐτοῦ

14 καὶ ἀνέστρεψαν πρὸς ιωαναν

15 καὶ ισμαηλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις καὶ ὤ|χετο πρὸς τοὺς υἱοὺς αμμων

16 καὶ ἔλαβεν ιωαναν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετ' αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὕς ἀπέστρεψεν ἀπὸ ισμαηλ δυνατοὺς ἄνδρας ἐν πολέμῳ καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ γαβαων

17 καὶ ὤ|χοντο καὶ ἐκάθισαν ἐν γαβηρωθ-χαμααμ τὴν πρὸς βηθλεεμ τοῦ πορευθῆναι εἰσελθεῖν εἰς αἴγυπτον

18 ἀπὸ προσώπου τῶν χαλδαίων ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν ὅτι ἐπάταξεν ισμαηλ τὸν γοδολιαν ὃν κατέστησεν βασιλεὺς βαβυλῶνος ἐν τῇ γῇ

   

Ze Swedenborgových děl

 

The Inner Meaning of the Prophets and Psalms # 114

  
/ 418  
  

114. Internal Meaning of Jeremiah, Chapter 48

Of those who adulterate the goods of the word and of the church, who are meant by Moab. (3, 15)

1-5 The destruction of all things with those who adulterate the goods of the church and of the Word. (3)

6-9 All truths have been destroyed thereby. (3)

10-11 It has not been devastated for a long time, and therefore the evil is worse. (3)

12-16 Nevertheless they will perish with their falsities. (3)

17-26 There will be devastation of all things of truth with them. (3)

27-28 They are against the church, because against truths. (3)

29 Its pride. (3)

30-34 Grief on account of all this, (3)

35-38 because there is nothing but evil, (3)

39-42 because there is no longer any good or truth of the Word. (3)

43-46 Every remnant of truth and good that is untouched is adulterated at the same time. (3)

47 Those who have not adulterated will be amended. (11, 11)

  
/ 418  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.