Bible

 

Hosea 13

Studie

   

1 κατὰ τὸν λόγον εφραιμ δικαιώματα αὐτὸς ἔλαβεν ἐν τῷ ισραηλ καὶ ἔθετο αὐτὰ τῇ βααλ καὶ ἀπέθανεν

2 καὶ προσέθετο τοῦ ἁμαρτάνειν ἔτι καὶ ἐποίησαν ἑαυτοῖς χώνευμα ἐκ τοῦ ἀργυρίου αὐτῶν κατ' εἰκόνα εἰδώλων ἔργα τεκτόνων συντετελεσμένα αὐτοῖς αὐτοὶ λέγουσιν θύσατε ἀνθρώπους μόσχοι γὰρ ἐκλελοίπασιν

3 διὰ τοῦτο ἔσονται ὡς νεφέλη πρωινὴ καὶ ὡς δρόσος ὀρθρινὴ πορευομένη ὥσπερ χνοῦς ἀποφυσώμενος ἀφ' ἅλωνος καὶ ὡς ἀτμὶς ἀπὸ ἀκρίδων

4 ἐγὼ δὲ κύριος ὁ θεός σου στερεῶν οὐρανὸν καὶ κτίζων γῆν οὗ αἱ χεῖρες ἔκτισαν πᾶσαν τὴν στρατιὰν τοῦ οὐρανοῦ καὶ οὐ παρέδειξά σοι αὐτὰ τοῦ πορεύεσθαι ὀπίσω αὐτῶν καὶ ἐγὼ ἀνήγαγόν σε ἐκ γῆς αἰγύπτου καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ

5 ἐγὼ ἐποίμαινόν σε ἐν τῇ ἐρήμῳ ἐν γῇ ἀοικήτῳ

6 κατὰ τὰς νομὰς αὐτῶν καὶ ἐνεπλήσθησαν εἰς πλησμονήν καὶ ὑψώθησαν αἱ καρδίαι αὐτῶν ἕνεκα τούτου ἐπελάθοντό μου

7 καὶ ἔσομαι αὐτοῖς ὡς πανθὴρ καὶ ὡς πάρδαλις κατὰ τὴν ὁδὸν ἀσσυρίων

8 ἀπαντήσομαι αὐτοῖς ὡς ἄρκος ἀπορουμένη καὶ διαρρήξω συγκλεισμὸν καρδίας αὐτῶν καὶ καταφάγονται αὐτοὺς ἐκεῖ σκύμνοι δρυμοῦ θηρία ἀγροῦ διασπάσει αὐτούς

9 τῇ διαφθορᾷ σου ισραηλ τίς βοηθήσει

10 ποῦ ὁ βασιλεύς σου οὗτος καὶ διασωσάτω σε ἐν πάσαις ταῖς πόλεσίν σου κρινάτω σε ὃν εἶπας δός μοι βασιλέα καὶ ἄρχοντα

11 καὶ ἔδωκά σοι βασιλέα ἐν ὀργῇ μου καὶ ἔσχον ἐν τῷ θυμῷ μου

12 συστροφὴν ἀδικίας εφραιμ ἐγκεκρυμμένη ἡ ἁμαρτία αὐτοῦ

13 ὠδῖνες ὡς τικτούσης ἥξουσιν αὐτῷ οὗτος ὁ υἱός σου οὐ φρόνιμος διότι οὐ μὴ ὑποστῇ ἐν συντριβῇ τέκνων

14 ἐκ χειρὸς ᾅδου ῥύσομαι αὐτοὺς καὶ ἐκ θανάτου λυτρώσομαι αὐτούς ποῦ ἡ δίκη σου θάνατε ποῦ τὸ κέντρον σου ᾅδη παράκλησις κέκρυπται ἀπὸ ὀφθαλμῶν μου

15 διότι οὗτος ἀνὰ μέσον ἀδελφῶν διαστελεῖ ἐπάξει ἄνεμον καύσωνα κύριος ἐκ τῆς ἐρήμου ἐπ' αὐτόν καὶ ἀναξηρανεῖ τὰς φλέβας αὐτοῦ ἐξερημώσει τὰς πηγὰς αὐτοῦ αὐτὸς καταξηρανεῖ τὴν γῆν αὐτοῦ καὶ πάντα τὰ σκεύη τὰ ἐπιθυμητὰ αὐτοῦ

   

Ze Swedenborgových děl

 

The Inner Meaning of the Prophets and Psalms # 196

Prostudujte si tuto pasáž

  
/ 418  
  

196. Internal Meaning of Hosea, Chapter 13

1-3 From their self-intelligence they have perverted all Divine worship, and hence will perish, (2)

4 yet the Lord alone is God. (16)

5-6 When they became rich in knowledges [cognitiones] from the Word, they forsook the Lord by reason of their self-glorification. (2)

7-9 Hence their destruction, (3)

10-11 because there is no longer any truth of the church. (3)

12-13 The truth of the church has been interiorly destroyed. (3, 17)

14-15 They are to be kept from destruction, until all truth of the church has been destroyed. (2)

16 Those who have worshipped another god will perish. (4)

  
/ 418  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.