Bible

 

Genesis 45

Studie

   

1 καὶ οὐκ ἠδύνατο ιωσηφ ἀνέχεσθαι πάντων τῶν παρεστηκότων αὐτῷ ἀλλ' εἶπεν ἐξαποστείλατε πάντας ἀπ' ἐμοῦ καὶ οὐ παρειστήκει οὐδεὶς ἔτι τῷ ιωσηφ ἡνίκα ἀνεγνωρίζετο τοῖς ἀδελφοῖς αὐτοῦ

2 καὶ ἀφῆκεν φωνὴν μετὰ κλαυθμοῦ ἤκουσαν δὲ πάντες οἱ αἰγύπτιοι καὶ ἀκουστὸν ἐγένετο εἰς τὸν οἶκον φαραω

3 εἶπεν δὲ ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγώ εἰμι ιωσηφ ἔτι ὁ πατήρ μου ζῇ καὶ οὐκ ἐδύναντο οἱ ἀδελφοὶ ἀποκριθῆναι αὐτῷ ἐταράχθησαν γάρ

4 εἶπεν δὲ ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἐγγίσατε πρός με καὶ ἤγγισαν καὶ εἶπεν ἐγώ εἰμι ιωσηφ ὁ ἀδελφὸς ὑμῶν ὃν ἀπέδοσθε εἰς αἴγυπτον

5 νῦν οὖν μὴ λυπεῖσθε μηδὲ σκληρὸν ὑμῖν φανήτω ὅτι ἀπέδοσθέ με ὧδε εἰς γὰρ ζωὴν ἀπέστειλέν με ὁ θεὸς ἔμπροσθεν ὑμῶν

6 τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς καὶ ἔτι λοιπὰ πέντε ἔτη ἐν οἷς οὐκ ἔσται ἀροτρίασις οὐδὲ ἄμητος

7 ἀπέστειλεν γάρ με ὁ θεὸς ἔμπροσθεν ὑμῶν ὑπολείπεσθαι ὑμῶν κατάλειμμα ἐπὶ τῆς γῆς καὶ ἐκθρέψαι ὑμῶν κατάλειψιν μεγάλην

8 νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε ἀλλ' ἢ ὁ θεός καὶ ἐποίησέν με ὡς πατέρα φαραω καὶ κύριον παντὸς τοῦ οἴκου αὐτοῦ καὶ ἄρχοντα πάσης γῆς αἰγύπτου

9 σπεύσαντες οὖν ἀνάβητε πρὸς τὸν πατέρα μου καὶ εἴπατε αὐτῷ τάδε λέγει ὁ υἱός σου ιωσηφ ἐποίησέν με ὁ θεὸς κύριον πάσης γῆς αἰγύπτου κατάβηθι οὖν πρός με καὶ μὴ μείνῃς

10 καὶ κατοικήσεις ἐν γῇ γεσεμ ἀραβίας καὶ ἔσῃ ἐγγύς μου σὺ καὶ οἱ υἱοί σου καὶ οἱ υἱοὶ τῶν υἱῶν σου τὰ πρόβατά σου καὶ αἱ βόες σου καὶ ὅσα σοί ἐστιν

11 καὶ ἐκθρέψω σε ἐκεῖ ἔτι γὰρ πέντε ἔτη λιμός ἵνα μὴ ἐκτριβῇς σὺ καὶ οἱ υἱοί σου καὶ πάντα τὰ ὑπάρχοντά σου

12 ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσιν καὶ οἱ ὀφθαλμοὶ βενιαμιν τοῦ ἀδελφοῦ μου ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς

13 ἀπαγγείλατε οὖν τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν αἰγύπτῳ καὶ ὅσα εἴδετε καὶ ταχύναντες καταγάγετε τὸν πατέρα μου ὧδε

14 καὶ ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον βενιαμιν τοῦ ἀδελφοῦ αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτῷ καὶ βενιαμιν ἔκλαυσεν ἐπὶ τῷ τραχήλῳ αὐτοῦ

15 καὶ καταφιλήσας πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἔκλαυσεν ἐπ' αὐτοῖς καὶ μετὰ ταῦτα ἐλάλησαν οἱ ἀδελφοὶ αὐτοῦ πρὸς αὐτόν

16 καὶ διεβοήθη ἡ φωνὴ εἰς τὸν οἶκον φαραω λέγοντες ἥκασιν οἱ ἀδελφοὶ ιωσηφ ἐχάρη δὲ φαραω καὶ ἡ θεραπεία αὐτοῦ

17 εἶπεν δὲ φαραω πρὸς ιωσηφ εἰπὸν τοῖς ἀδελφοῖς σου τοῦτο ποιήσατε γεμίσατε τὰ πορεῖα ὑμῶν καὶ ἀπέλθατε εἰς γῆν χανααν

18 καὶ παραλαβόντες τὸν πατέρα ὑμῶν καὶ τὰ ὑπάρχοντα ὑμῶν ἥκετε πρός με καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν αἰγύπτου καὶ φάγεσθε τὸν μυελὸν τῆς γῆς

19 σὺ δὲ ἔντειλαι ταῦτα λαβεῖν αὐτοῖς ἁμάξας ἐκ γῆς αἰγύπτου τοῖς παιδίοις ὑμῶν καὶ ταῖς γυναιξίν καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν παραγίνεσθε

20 καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν τὰ γὰρ πάντα ἀγαθὰ αἰγύπτου ὑμῖν ἔσται

21 ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ ισραηλ ἔδωκεν δὲ ιωσηφ αὐτοῖς ἁμάξας κατὰ τὰ εἰρημένα ὑπὸ φαραω τοῦ βασιλέως καὶ ἔδωκεν αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν

22 καὶ πᾶσιν ἔδωκεν δισσὰς στολάς τῷ δὲ βενιαμιν ἔδωκεν τριακοσίους χρυσοῦς καὶ πέντε ἐξαλλασσούσας στολάς

23 καὶ τῷ πατρὶ αὐτοῦ ἀπέστειλεν κατὰ τὰ αὐτὰ καὶ δέκα ὄνους αἴροντας ἀπὸ πάντων τῶν ἀγαθῶν αἰγύπτου καὶ δέκα ἡμιόνους αἰρούσας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς ὁδόν

24 ἐξαπέστειλεν δὲ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ ἐπορεύθησαν καὶ εἶπεν αὐτοῖς μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ

25 καὶ ἀνέβησαν ἐξ αἰγύπτου καὶ ἦλθον εἰς γῆν χανααν πρὸς ιακωβ τὸν πατέρα αὐτῶν

26 καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες ὅτι ὁ υἱός σου ιωσηφ ζῇ καὶ αὐτὸς ἄρχει πάσης γῆς αἰγύπτου καὶ ἐξέστη ἡ διάνοια ιακωβ οὐ γὰρ ἐπίστευσεν αὐτοῖς

27 ἐλάλησαν δὲ αὐτῷ πάντα τὰ ῥηθέντα ὑπὸ ιωσηφ ὅσα εἶπεν αὐτοῖς ἰδὼν δὲ τὰς ἁμάξας ἃς ἀπέστειλεν ιωσηφ ὥστε ἀναλαβεῖν αὐτόν ἀνεζωπύρησεν τὸ πνεῦμα ιακωβ τοῦ πατρὸς αὐτῶν

28 εἶπεν δὲ ισραηλ μέγα μοί ἐστιν εἰ ἔτι ιωσηφ ὁ υἱός μου ζῇ πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθανεῖν με

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 5964

Prostudujte si tuto pasáž

  
/ 10837  
  

5964. And they went up out of Egypt. That this signifies a receding from the memory-knowledges of the church, is evident from the signification of “going up” thence, as being to recede (mention is made of “going up out of Egypt into the land of Canaan,” and of “coming down from that land into Egypt,” for a reason several times stated above: here by “going up” is signified departing); and from the signification of “Egypt,” which in the proper sense denotes the memory-knowledges of the church (see n. 4749, 4964, 4966). That these memory-knowledges are here signified is because they were in them when in Egypt with Joseph (n. 5958). Removal from those things which are of good and of truth, thus from those things which are of the church, is here treated of down to the last verse of this chapter, which removal is meant by the concealment mentioned above (n. 5962), and here by receding. In the Word this state is signified by “evening.” When men are in this state, they recede from things heavenly and spiritual, and accede to such as contain nothing spiritual and heavenly. But this concealment or receding does not come to pass by the Lord’s concealing Himself or receding, but by they themselves doing so; for they can no longer be withheld from their own, because to do so is not fitting; and therefore this state arrives when they are left to themselves or their own; and insofar as they are thus left, or are immersed therein, so far they recede from those things which are of heaven, and so far good becomes imperceptible to them, and truth obscure. From this it is evident that the Lord does not conceal Himself, but that the man, spirit, or angel conceals himself.

  
/ 10837  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.