Bible

 

Genesis 40

Studie

   

1 ἐγένετο δὲ μετὰ τὰ ῥήματα ταῦτα ἥμαρτεν ὁ ἀρχιοινοχόος τοῦ βασιλέως αἰγύπτου καὶ ὁ ἀρχισιτοποιὸς τῷ κυρίῳ αὐτῶν βασιλεῖ αἰγύπτου

2 καὶ ὠργίσθη φαραω ἐπὶ τοῖς δυσὶν εὐνούχοις αὐτοῦ ἐπὶ τῷ ἀρχιοινοχόῳ καὶ ἐπὶ τῷ ἀρχισιτοποιῷ

3 καὶ ἔθετο αὐτοὺς ἐν φυλακῇ παρὰ τῷ δεσμοφύλακι εἰς τὸ δεσμωτήριον εἰς τὸν τόπον οὗ ιωσηφ ἀπῆκτο ἐκεῖ

4 καὶ συνέστησεν ὁ ἀρχιδεσμώτης τῷ ιωσηφ αὐτούς καὶ παρέστη αὐτοῖς ἦσαν δὲ ἡμέρας ἐν τῇ φυλακῇ

5 καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἑκάτερος ἐνύπνιον ἐν μιᾷ νυκτὶ ὅρασις τοῦ ἐνυπνίου αὐτοῦ ὁ ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός οἳ ἦσαν τῷ βασιλεῖ αἰγύπτου οἱ ὄντες ἐν τῷ δεσμωτηρίῳ

6 εἰσῆλθεν δὲ πρὸς αὐτοὺς ιωσηφ τὸ πρωὶ καὶ εἶδεν αὐτούς καὶ ἦσαν τεταραγμένοι

7 καὶ ἠρώτα τοὺς εὐνούχους φαραω οἳ ἦσαν μετ' αὐτοῦ ἐν τῇ φυλακῇ παρὰ τῷ κυρίῳ αὐτοῦ λέγων τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον

8 οἱ δὲ εἶπαν αὐτῷ ἐνύπνιον εἴδομεν καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό εἶπεν δὲ αὐτοῖς ιωσηφ οὐχὶ διὰ τοῦ θεοῦ ἡ διασάφησις αὐτῶν ἐστιν διηγήσασθε οὖν μοι

9 καὶ διηγήσατο ὁ ἀρχιοινοχόος τὸ ἐνύπνιον αὐτοῦ τῷ ιωσηφ καὶ εἶπεν ἐν τῷ ὕπνῳ μου ἦν ἄμπελος ἐναντίον μου

10 ἐν δὲ τῇ ἀμπέλῳ τρεῖς πυθμένες καὶ αὐτὴ θάλλουσα ἀνενηνοχυῖα βλαστούς πέπειροι οἱ βότρυες σταφυλῆς

11 καὶ τὸ ποτήριον φαραω ἐν τῇ χειρί μου καὶ ἔλαβον τὴν σταφυλὴν καὶ ἐξέθλιψα αὐτὴν εἰς τὸ ποτήριον καὶ ἔδωκα τὸ ποτήριον εἰς τὰς χεῖρας φαραω

12 καὶ εἶπεν αὐτῷ ιωσηφ τοῦτο ἡ σύγκρισις αὐτοῦ οἱ τρεῖς πυθμένες τρεῖς ἡμέραι εἰσίν

13 ἔτι τρεῖς ἡμέραι καὶ μνησθήσεται φαραω τῆς ἀρχῆς σου καὶ ἀποκαταστήσει σε ἐπὶ τὴν ἀρχιοινοχοΐαν σου καὶ δώσεις τὸ ποτήριον φαραω εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν ὡς ἦσθα οἰνοχοῶν

14 ἀλλὰ μνήσθητί μου διὰ σεαυτοῦ ὅταν εὖ σοι γένηται καὶ ποιήσεις ἐν ἐμοὶ ἔλεος καὶ μνησθήσῃ περὶ ἐμοῦ φαραω καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου

15 ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς εβραίων καὶ ὧδε οὐκ ἐποίησα οὐδέν ἀλλ' ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον

16 καὶ εἶδεν ὁ ἀρχισιτοποιὸς ὅτι ὀρθῶς συνέκρινεν καὶ εἶπεν τῷ ιωσηφ κἀγὼ εἶδον ἐνύπνιον καὶ ὤ|μην τρία κανᾶ χονδριτῶν αἴρειν ἐπὶ τῆς κεφαλῆς μου

17 ἐν δὲ τῷ κανῷ τῷ ἐπάνω ἀπὸ πάντων τῶν γενῶν ὧν ὁ βασιλεὺς φαραω ἐσθίει ἔργον σιτοποιοῦ καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατήσθιεν αὐτὰ ἀπὸ τοῦ κανοῦ τοῦ ἐπάνω τῆς κεφαλῆς μου

18 ἀποκριθεὶς δὲ ιωσηφ εἶπεν αὐτῷ αὕτη ἡ σύγκρισις αὐτοῦ τὰ τρία κανᾶ τρεῖς ἡμέραι εἰσίν

19 ἔτι τριῶν ἡμερῶν ἀφελεῖ φαραω τὴν κεφαλήν σου ἀπὸ σοῦ καὶ κρεμάσει σε ἐπὶ ξύλου καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ

20 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ ἡμέρα γενέσεως ἦν φαραω καὶ ἐποίει πότον πᾶσι τοῖς παισὶν αὐτοῦ καὶ ἐμνήσθη τῆς ἀρχῆς τοῦ ἀρχιοινοχόου καὶ τῆς ἀρχῆς τοῦ ἀρχισιτοποιοῦ ἐν μέσῳ τῶν παίδων αὐτοῦ

21 καὶ ἀπεκατέστησεν τὸν ἀρχιοινοχόον ἐπὶ τὴν ἀρχὴν αὐτοῦ καὶ ἔδωκεν τὸ ποτήριον εἰς τὴν χεῖρα φαραω

22 τὸν δὲ ἀρχισιτοποιὸν ἐκρέμασεν καθὰ συνέκρινεν αὐτοῖς ιωσηφ

23 οὐκ ἐμνήσθη δὲ ὁ ἀρχιοινοχόος τοῦ ιωσηφ ἀλλὰ ἐπελάθετο αὐτοῦ

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 5133

Prostudujte si tuto pasáž

  
/ 10837  
  

5133. 'And make mention of me to Pharaoh' means communication with the interior natural. This is clear from the meaning of 'making mention to someone' as communicating, and from the representation of 'Pharaoh' as the interior natural, dealt with 5080, 5095. By communication with the interior natural one means a joining together with it that has been effected through correspondence. The interior natural is that which receives ideas of truth and good from the rational and stores these away for the use they may serve, and is consequently that which communicates directly with the rational. The exterior natural however is that which receives images, and from these the ideas of things coming from the world by way of the senses.

[2] Unless these latter ideas receive light from ideas present in the interior natural they give rise to illusions, which are called the illusions of the senses. When subject to such illusions a person believes nothing apart from that which is in agreement with them or to which they lend support, as is the situation if no correspondence exists. Nor does any correspondence exist if that person is not endowed with charity, for charity is the means which brings about union because the good of charity contains life from the Lord. That life arranges truths into order, thereby giving charity an outward form, that is, an image in which it can present itself. This form is manifested visually in the next life and is the angelic form itself. All the angels consequently are forms of charity, the beauty of this charity being received from the truths of faith, and the life within the beauty being received from the good of charity.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.