Bible

 

Genesis 30

Studie

   

1 ἰδοῦσα δὲ ραχηλ ὅτι οὐ τέτοκεν τῷ ιακωβ καὶ ἐζήλωσεν ραχηλ τὴν ἀδελφὴν αὐτῆς καὶ εἶπεν τῷ ιακωβ δός μοι τέκνα εἰ δὲ μή τελευτήσω ἐγώ

2 ἐθυμώθη δὲ ιακωβ τῇ ραχηλ καὶ εἶπεν αὐτῇ μὴ ἀντὶ θεοῦ ἐγώ εἰμι ὃς ἐστέρησέν σε καρπὸν κοιλίας

3 εἶπεν δὲ ραχηλ τῷ ιακωβ ἰδοὺ ἡ παιδίσκη μου βαλλα εἴσελθε πρὸς αὐτήν καὶ τέξεται ἐπὶ τῶν γονάτων μου καὶ τεκνοποιήσομαι κἀγὼ ἐξ αὐτῆς

4 καὶ ἔδωκεν αὐτῷ βαλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα εἰσῆλθεν δὲ πρὸς αὐτὴν ιακωβ

5 καὶ συνέλαβεν βαλλα ἡ παιδίσκη ραχηλ καὶ ἔτεκεν τῷ ιακωβ υἱόν

6 καὶ εἶπεν ραχηλ ἔκρινέν μοι ὁ θεὸς καὶ ἐπήκουσεν τῆς φωνῆς μου καὶ ἔδωκέν μοι υἱόν διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ δαν

7 καὶ συνέλαβεν ἔτι βαλλα ἡ παιδίσκη ραχηλ καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ιακωβ

8 καὶ εἶπεν ραχηλ συνελάβετό μοι ὁ θεός καὶ συνανεστράφην τῇ ἀδελφῇ μου καὶ ἠδυνάσθην καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ νεφθαλι

9 εἶδεν δὲ λεια ὅτι ἔστη τοῦ τίκτειν καὶ ἔλαβεν ζελφαν τὴν παιδίσκην αὐτῆς καὶ ἔδωκεν αὐτὴν τῷ ιακωβ γυναῖκα

10 εἰσῆλθεν δὲ πρὸς αὐτὴν ιακωβ καὶ συνέλαβεν ζελφα ἡ παιδίσκη λειας καὶ ἔτεκεν τῷ ιακωβ υἱόν

11 καὶ εἶπεν λεια ἐν τύχῃ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ γαδ

12 καὶ συνέλαβεν ζελφα ἡ παιδίσκη λειας καὶ ἔτεκεν ἔτι τῷ ιακωβ υἱὸν δεύτερον

13 καὶ εἶπεν λεια μακαρία ἐγώ ὅτι μακαρίζουσίν με αἱ γυναῖκες καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ασηρ

14 ἐπορεύθη δὲ ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς λειαν τὴν μητέρα αὐτοῦ εἶπεν δὲ ραχηλ τῇ λεια δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου

15 εἶπεν δὲ λεια οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ εἶπεν δὲ ραχηλ οὐχ οὕτως κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου

16 εἰσῆλθεν δὲ ιακωβ ἐξ ἀγροῦ ἑσπέρας καὶ ἐξῆλθεν λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν πρός με εἰσελεύσῃ σήμερον μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου καὶ ἐκοιμήθη μετ' αὐτῆς τὴν νύκτα ἐκείνην

17 καὶ ἐπήκουσεν ὁ θεὸς λειας καὶ συλλαβοῦσα ἔτεκεν τῷ ιακωβ υἱὸν πέμπτον

18 καὶ εἶπεν λεια ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ' οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ισσαχαρ ὅ ἐστιν μισθός

19 καὶ συνέλαβεν ἔτι λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ ιακωβ

20 καὶ εἶπεν λεια δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ζαβουλων

21 καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς δινα

22 ἐμνήσθη δὲ ὁ θεὸς τῆς ραχηλ καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν

23 καὶ συλλαβοῦσα ἔτεκεν τῷ ιακωβ υἱόν εἶπεν δὲ ραχηλ ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος

24 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιωσηφ λέγουσα προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον

25 ἐγένετο δὲ ὡς ἔτεκεν ραχηλ τὸν ιωσηφ εἶπεν ιακωβ τῷ λαβαν ἀπόστειλόν με ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου

26 ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία περὶ ὧν δεδούλευκά σοι ἵνα ἀπέλθω σὺ γὰρ γινώσκεις τὴν δουλείαν ἣν δεδούλευκά σοι

27 εἶπεν δὲ αὐτῷ λαβαν εἰ εὗρον χάριν ἐναντίον σου οἰωνισάμην ἄν εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ

28 διάστειλον τὸν μισθόν σου πρός με καὶ δώσω

29 εἶπεν δὲ αὐτῷ ιακωβ σὺ γινώσκεις ἃ δεδούλευκά σοι καὶ ὅσα ἦν κτήνη σου μετ' ἐμοῦ

30 μικρὰ γὰρ ἦν ὅσα σοι ἦν ἐναντίον ἐμοῦ καὶ ηὐξήθη εἰς πλῆθος καὶ ηὐλόγησέν σε κύριος ἐπὶ τῷ ποδί μου νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον

31 καὶ εἶπεν αὐτῷ λαβαν τί σοι δώσω εἶπεν δὲ αὐτῷ ιακωβ οὐ δώσεις μοι οὐθέν ἐὰν ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο πάλιν ποιμανῶ τὰ πρόβατά σου καὶ φυλάξω

32 παρελθάτω πάντα τὰ πρόβατά σου σήμερον καὶ διαχώρισον ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξίν ἔσται μοι μισθός

33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου πᾶν ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν κεκλεμμένον ἔσται παρ' ἐμοί

34 εἶπεν δὲ αὐτῷ λαβαν ἔστω κατὰ τὸ ῥῆμά σου

35 καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν ὃ ἦν λευκὸν ἐν αὐτοῖς καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ

36 καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον ιακωβ ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα λαβαν τὰ ὑπολειφθέντα

37 ἔλαβεν δὲ ἑαυτῷ ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου καὶ ἐλέπισεν αὐτὰς ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν ὃ ἐλέπισεν ποικίλον

38 καὶ παρέθηκεν τὰς ῥάβδους ἃς ἐλέπισεν ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος ἵνα ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν

39 ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά

40 τοὺς δὲ ἀμνοὺς διέστειλεν ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ' ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα λαβαν

41 ἐγένετο δὲ ἐν τῷ καιρῷ ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα ἔθηκεν ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους

42 ἡνίκα δ' ἂν ἔτεκον τὰ πρόβατα οὐκ ἐτίθει ἐγένετο δὲ τὰ ἄσημα τοῦ λαβαν τὰ δὲ ἐπίσημα τοῦ ιακωβ

43 καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 4029

Prostudujte si tuto pasáž

  
/ 10837  
  

4029. 'So it was, whenever those came on heat - those of the flock which came together first' means the things that were spontaneous. This is clear from the meaning of 'coming on heat' as an intense desire, and the effect that resulted from this, dealt with above in 4018, 4019; from the meaning of 'the flock' as truth and good, also dealt with above; and from the meaning of 'those coming together first' as things that are spontaneous. This meaning of 'those which came together first' - namely things that are spontaneous - is evident from the sequence of thought in the internal sense. It is in addition evident from the consideration that anything done from affection is spontaneous, very much so when done from an intense desire, meant by 'coming on heat' - hence the use twice in this verse of the expression 'coming on heat'. And the meaning of 'those which came together first' is still further evident from the derivation of this expression in the original language as becoming joined together through deepest love, as well as from the subject here being the joining of truth and good in the natural which is effected only through that which is spontaneous, that is, done in freedom. From all this it may be seen that 'whenever those came on heat - those of the flock which came together first' or 'wherever those from the flock which came together first came on heat' means truths and goods which are spontaneous, that is, which are the product of freedom, or what amounts to the same, of deepest affection.

A person's feeling of freedom involves everything that is in keeping with his love or affection, see 2870.

Every joining together of truth and good is effected in freedom and none under compulsion, 2875, 3145, 3146, 3158.

Consequently all reformation and regeneration is effected through freedom, 1937, 1947, 2876-2881.

If it were possible to effect it through compulsion all would be saved, 2881.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.