Bible

 

Genesis 29

Studie

   

1 καὶ ἐξάρας ιακωβ τοὺς πόδας ἐπορεύθη εἰς γῆν ἀνατολῶν πρὸς λαβαν τὸν υἱὸν βαθουηλ τοῦ σύρου ἀδελφὸν δὲ ρεβεκκας μητρὸς ιακωβ καὶ ησαυ

2 καὶ ὁρᾷ καὶ ἰδοὺ φρέαρ ἐν τῷ πεδίῳ ἦσαν δὲ ἐκεῖ τρία ποίμνια προβάτων ἀναπαυόμενα ἐπ' αὐτοῦ ἐκ γὰρ τοῦ φρέατος ἐκείνου ἐπότιζον τὰ ποίμνια λίθος δὲ ἦν μέγας ἐπὶ τῷ στόματι τοῦ φρέατος

3 καὶ συνήγοντο ἐκεῖ πάντα τὰ ποίμνια καὶ ἀπεκύλιον τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότιζον τὰ πρόβατα καὶ ἀπεκαθίστων τὸν λίθον ἐπὶ τὸ στόμα τοῦ φρέατος εἰς τὸν τόπον αὐτοῦ

4 εἶπεν δὲ αὐτοῖς ιακωβ ἀδελφοί πόθεν ἐστὲ ὑμεῖς οἱ δὲ εἶπαν ἐκ χαρραν ἐσμέν

5 εἶπεν δὲ αὐτοῖς γινώσκετε λαβαν τὸν υἱὸν ναχωρ οἱ δὲ εἶπαν γινώσκομεν

6 εἶπεν δὲ αὐτοῖς ὑγιαίνει οἱ δὲ εἶπαν ὑγιαίνει καὶ ἰδοὺ ραχηλ ἡ θυγάτηρ αὐτοῦ ἤρχετο μετὰ τῶν προβάτων

7 καὶ εἶπεν ιακωβ ἔτι ἐστὶν ἡμέρα πολλή οὔπω ὥρα συναχθῆναι τὰ κτήνη ποτίσαντες τὰ πρόβατα ἀπελθόντες βόσκετε

8 οἱ δὲ εἶπαν οὐ δυνησόμεθα ἕως τοῦ συναχθῆναι πάντας τοὺς ποιμένας καὶ ἀποκυλίσωσιν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ποτιοῦμεν τὰ πρόβατα

9 ἔτι αὐτοῦ λαλοῦντος αὐτοῖς καὶ ραχηλ ἡ θυγάτηρ λαβαν ἤρχετο μετὰ τῶν προβάτων τοῦ πατρὸς αὐτῆς αὐτὴ γὰρ ἔβοσκεν τὰ πρόβατα τοῦ πατρὸς αὐτῆς

10 ἐγένετο δὲ ὡς εἶδεν ιακωβ τὴν ραχηλ θυγατέρα λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ τὰ πρόβατα λαβαν ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ καὶ προσελθὼν ιακωβ ἀπεκύλισεν τὸν λίθον ἀπὸ τοῦ στόματος τοῦ φρέατος καὶ ἐπότισεν τὰ πρόβατα λαβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ

11 καὶ ἐφίλησεν ιακωβ τὴν ραχηλ καὶ βοήσας τῇ φωνῇ αὐτοῦ ἔκλαυσεν

12 καὶ ἀνήγγειλεν τῇ ραχηλ ὅτι ἀδελφὸς τοῦ πατρὸς αὐτῆς ἐστιν καὶ ὅτι υἱὸς ρεβεκκας ἐστίν καὶ δραμοῦσα ἀπήγγειλεν τῷ πατρὶ αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα

13 ἐγένετο δὲ ὡς ἤκουσεν λαβαν τὸ ὄνομα ιακωβ τοῦ υἱοῦ τῆς ἀδελφῆς αὐτοῦ ἔδραμεν εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ εἰσήγαγεν αὐτὸν εἰς τὸν οἶκον αὐτοῦ καὶ διηγήσατο τῷ λαβαν πάντας τοὺς λόγους τούτους

14 καὶ εἶπεν αὐτῷ λαβαν ἐκ τῶν ὀστῶν μου καὶ ἐκ τῆς σαρκός μου εἶ σύ καὶ ἦν μετ' αὐτοῦ μῆνα ἡμερῶν

15 εἶπεν δὲ λαβαν τῷ ιακωβ ὅτι γὰρ ἀδελφός μου εἶ οὐ δουλεύσεις μοι δωρεάν ἀπάγγειλόν μοι τίς ὁ μισθός σού ἐστιν

16 τῷ δὲ λαβαν δύο θυγατέρες ὄνομα τῇ μείζονι λεια καὶ ὄνομα τῇ νεωτέρᾳ ραχηλ

17 οἱ δὲ ὀφθαλμοὶ λειας ἀσθενεῖς ραχηλ δὲ καλὴ τῷ εἴδει καὶ ὡραία τῇ ὄψει

18 ἠγάπησεν δὲ ιακωβ τὴν ραχηλ καὶ εἶπεν δουλεύσω σοι ἑπτὰ ἔτη περὶ ραχηλ τῆς θυγατρός σου τῆς νεωτέρας

19 εἶπεν δὲ αὐτῷ λαβαν βέλτιον δοῦναί με αὐτὴν σοὶ ἢ δοῦναί με αὐτὴν ἀνδρὶ ἑτέρῳ οἴκησον μετ' ἐμοῦ

20 καὶ ἐδούλευσεν ιακωβ περὶ ραχηλ ἔτη ἑπτά καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι παρὰ τὸ ἀγαπᾶν αὐτὸν αὐτήν

21 εἶπεν δὲ ιακωβ πρὸς λαβαν ἀπόδος τὴν γυναῖκά μου πεπλήρωνται γὰρ αἱ ἡμέραι μου ὅπως εἰσέλθω πρὸς αὐτήν

22 συνήγαγεν δὲ λαβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου καὶ ἐποίησεν γάμον

23 καὶ ἐγένετο ἑσπέρα καὶ λαβὼν λαβαν λειαν τὴν θυγατέρα αὐτοῦ εἰσήγαγεν αὐτὴν πρὸς ιακωβ καὶ εἰσῆλθεν πρὸς αὐτὴν ιακωβ

24 ἔδωκεν δὲ λαβαν λεια τῇ θυγατρὶ αὐτοῦ ζελφαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην

25 ἐγένετο δὲ πρωί καὶ ἰδοὺ ἦν λεια εἶπεν δὲ ιακωβ τῷ λαβαν τί τοῦτο ἐποίησάς μοι οὐ περὶ ραχηλ ἐδούλευσα παρὰ σοί καὶ ἵνα τί παρελογίσω με

26 εἶπεν δὲ λαβαν οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ ἡμῶν δοῦναι τὴν νεωτέραν πρὶν ἢ τὴν πρεσβυτέραν

27 συντέλεσον οὖν τὰ ἕβδομα ταύτης καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας ἧς ἐργᾷ παρ' ἐμοὶ ἔτι ἑπτὰ ἔτη ἕτερα

28 ἐποίησεν δὲ ιακωβ οὕτως καὶ ἀνεπλήρωσεν τὰ ἕβδομα ταύτης καὶ ἔδωκεν αὐτῷ λαβαν ραχηλ τὴν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα

29 ἔδωκεν δὲ λαβαν ραχηλ τῇ θυγατρὶ αὐτοῦ βαλλαν τὴν παιδίσκην αὐτοῦ αὐτῇ παιδίσκην

30 καὶ εἰσῆλθεν πρὸς ραχηλ ἠγάπησεν δὲ ραχηλ μᾶλλον ἢ λειαν καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα

31 ἰδὼν δὲ κύριος ὅτι μισεῖται λεια ἤνοιξεν τὴν μήτραν αὐτῆς ραχηλ δὲ ἦν στεῖρα

32 καὶ συνέλαβεν λεια καὶ ἔτεκεν υἱὸν τῷ ιακωβ ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ ρουβην λέγουσα διότι εἶδέν μου κύριος τὴν ταπείνωσιν νῦν με ἀγαπήσει ὁ ἀνήρ μου

33 καὶ συνέλαβεν πάλιν λεια καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ ιακωβ καὶ εἶπεν ὅτι ἤκουσεν κύριος ὅτι μισοῦμαι καὶ προσέδωκέν μοι καὶ τοῦτον ἐκάλεσεν δὲ τὸ ὄνομα αὐτοῦ συμεων

34 καὶ συνέλαβεν ἔτι καὶ ἔτεκεν υἱὸν καὶ εἶπεν ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου ἔτεκον γὰρ αὐτῷ τρεῖς υἱούς διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ λευι

35 καὶ συλλαβοῦσα ἔτι ἔτεκεν υἱὸν καὶ εἶπεν νῦν ἔτι τοῦτο ἐξομολογήσομαι κυρίῳ διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιουδα καὶ ἔστη τοῦ τίκτειν

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 2089

Prostudujte si tuto pasáž

  
/ 10837  
  

2089. 'Twelve princes will he beget' means the first and foremost commandments [of faith] inhering in charity. This is clear from the meaning of 'twelve' as all things belonging to faith, and from the meaning of 'princes' as first and foremost features. King and princes are mentioned in various places in the Word, but in the internal sense they nowhere mean king or princes but the first and foremost features of the subject under discussion. That 'kings' means truths taken as a whole has been shown already in 2015, and that 'princes' means the first and foremost aspects of truth, which are commandments, in 1482. For this reason angels, especially spiritual angels, are called principalities, because they are governed by truths. Princes have reference to truths which go with charity because, as stated above in 2088, spiritual people receive charity from the Lord through truths which to them look like truths, and through charity they receive conscience.

[2] Up to now the world has not known that 'twelve' means all things of faith. Yet every time the number twelve occurs in the Word, in historical or in prophetical sections, it has no other meaning. The twelve sons of Jacob, and therefore the twelve tribes named after them, have no other meaning. And the same applies to the Lord's twelve disciples. Each one of Jacob's sons and each of the disciples represented some essential and primary aspect of faith. What each son of Jacob represented, and therefore what each tribe of Israel represented, will in the Lord's Divine mercy be discussed later on at Genesis 29, 30, where the sons of Jacob are the subject.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.