Bible

 

Ezekiel 11

Studie

   

1 καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με ἐπὶ τὴν πύλην τοῦ οἴκου κυρίου τὴν κατέναντι τὴν βλέπουσαν κατὰ ἀνατολάς καὶ ἰδοὺ ἐπὶ τῶν προθύρων τῆς πύλης ὡς εἴκοσι καὶ πέντε ἄνδρες καὶ εἶδον ἐν μέσῳ αὐτῶν τὸν ιεζονιαν τὸν τοῦ εζερ καὶ φαλτιαν τὸν τοῦ βαναιου τοὺς ἀφηγουμένους τοῦ λαοῦ

2 καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου οὗτοι οἱ ἄνδρες οἱ λογιζόμενοι μάταια καὶ βουλευόμενοι βουλὴν πονηρὰν ἐν τῇ πόλει ταύτῃ

3 οἱ λέγοντες οὐχὶ προσφάτως ᾠκοδόμηνται αἱ οἰκίαι αὕτη ἐστὶν ὁ λέβης ἡμεῖς δὲ τὰ κρέα

4 διὰ τοῦτο προφήτευσον ἐπ' αὐτούς προφήτευσον υἱὲ ἀνθρώπου

5 καὶ ἔπεσεν ἐπ' ἐμὲ πνεῦμα κυρίου καὶ εἶπεν πρός με λέγε τάδε λέγει κύριος οὕτως εἴπατε οἶκος ισραηλ καὶ τὰ διαβούλια τοῦ πνεύματος ὑμῶν ἐγὼ ἐπίσταμαι

6 ἐπληθύνατε νεκροὺς ὑμῶν ἐν τῇ πόλει ταύτῃ καὶ ἐνεπλήσατε τὰς ὁδοὺς αὐτῆς τραυματιῶν

7 διὰ τοῦτο τάδε λέγει κύριος τοὺς νεκροὺς ὑμῶν οὓς ἐπατάξατε ἐν μέσῳ αὐτῆς οὗτοί εἰσιν τὰ κρέα αὐτὴ δὲ ὁ λέβης ἐστίν καὶ ὑμᾶς ἐξάξω ἐκ μέσου αὐτῆς

8 ῥομφαίαν φοβεῖσθε καὶ ῥομφαίαν ἐπάξω ἐφ' ὑμᾶς λέγει κύριος

9 καὶ ἐξάξω ὑμᾶς ἐκ μέσου αὐτῆς καὶ παραδώσω ὑμᾶς εἰς χεῖρας ἀλλοτρίων καὶ ποιήσω ἐν ὑμῖν κρίματα

10 ἐν ῥομφαίᾳ πεσεῖσθε ἐπὶ τῶν ὁρίων τοῦ ισραηλ κρινῶ ὑμᾶς καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος

11 αὐτὴ ὑμῖν οὐκ ἔσται εἰς λέβητα καὶ ὑμεῖς οὐ μὴ γένησθε ἐν μέσῳ αὐτῆς εἰς κρέα ἐπὶ τῶν ὁρίων τοῦ ισραηλ κρινῶ ὑμᾶς

12 καὶ ἐπιγνώσεσθε διότι ἐγὼ κύριος

13 καὶ ἐγένετο ἐν τῷ προφητεύειν με καὶ φαλτιας ὁ τοῦ βαναιου ἀπέθανεν καὶ πίπτω ἐπὶ πρόσωπόν μου καὶ ἀνεβόησα φωνῇ μεγάλῃ καὶ εἶπα οἴμμοι οἴμμοι κύριε εἰς συντέλειαν σὺ ποιεῖς τοὺς καταλοίπους τοῦ ισραηλ

14 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

15 υἱὲ ἀνθρώπου οἱ ἀδελφοί σου καὶ οἱ ἄνδρες τῆς αἰχμαλωσίας σου καὶ πᾶς ὁ οἶκος τοῦ ισραηλ συντετέλεσται οἷς εἶπαν αὐτοῖς οἱ κατοικοῦντες ιερουσαλημ μακρὰν ἀπέχετε ἀπὸ τοῦ κυρίου ἡμῖν δέδοται ἡ γῆ εἰς κληρονομίαν

16 διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν καὶ ἔσομαι αὐτοῖς εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἂν εἰσέλθωσιν ἐκεῖ

17 διὰ τοῦτο εἰπόν τάδε λέγει κύριος καὶ εἰσδέξομαι αὐτοὺς ἐκ τῶν ἐθνῶν καὶ συνάξω αὐτοὺς ἐκ τῶν χωρῶν οὗ διέσπειρα αὐτοὺς ἐν αὐταῖς καὶ δώσω αὐτοῖς τὴν γῆν τοῦ ισραηλ

18 καὶ εἰσελεύσονται ἐκεῖ καὶ ἐξαροῦσιν πάντα τὰ βδελύγματα αὐτῆς καὶ πάσας τὰς ἀνομίας αὐτῆς ἐξ αὐτῆς

19 καὶ δώσω αὐτοῖς καρδίαν ἑτέραν καὶ πνεῦμα καινὸν δώσω ἐν αὐτοῖς καὶ ἐκσπάσω τὴν καρδίαν τὴν λιθίνην ἐκ τῆς σαρκὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν σαρκίνην

20 ὅπως ἐν τοῖς προστάγμασίν μου πορεύωνται καὶ τὰ δικαιώματά μου φυλάσσωνται καὶ ποιῶσιν αὐτά καὶ ἔσονταί μοι εἰς λαόν καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν

21 καὶ εἰς τὴν καρδίαν τῶν βδελυγμάτων αὐτῶν καὶ τῶν ἀνομιῶν αὐτῶν ὡς ἡ καρδία αὐτῶν ἐπορεύετο τὰς ὁδοὺς αὐτῶν εἰς κεφαλὰς αὐτῶν δέδωκα λέγει κύριος

22 καὶ ἐξῆραν τὰ χερουβιν τὰς πτέρυγας αὐτῶν καὶ οἱ τροχοὶ ἐχόμενοι αὐτῶν καὶ ἡ δόξα θεοῦ ισραηλ ἐπ' αὐτὰ ὑπεράνω αὐτῶν

23 καὶ ἀνέβη ἡ δόξα κυρίου ἐκ μέσης τῆς πόλεως καὶ ἔστη ἐπὶ τοῦ ὄρους ὃ ἦν ἀπέναντι τῆς πόλεως

24 καὶ ἀνέλαβέν με πνεῦμα καὶ ἤγαγέν με εἰς γῆν χαλδαίων εἰς τὴν αἰχμαλωσίαν ἐν ὁράσει ἐν πνεύματι θεοῦ καὶ ἀνέβην ἀπὸ τῆς ὁράσεως ἧς εἶδον

25 καὶ ἐλάλησα πρὸς τὴν αἰχμαλωσίαν πάντας τοὺς λόγους τοῦ κυρίου οὓς ἔδειξέν μοι

   

Ze Swedenborgových děl

 

True Christian Religion # 93

Prostudujte si tuto pasáž

  
/ 853  
  

93. Since the angel Gabriel said to Mary, 'The holy thing that shall be born of you shall be called the Son of God,' passages will be quoted from the Word to prove that the Lord in His Human is called the Holy One of Israel.

I was seeing in visions; and behold, a watcher, a Holy One, coming down from heaven, Daniel 4:13, 23.

God shall come from Teman, the Holy One from Mount Paran, Habakkuk 3:3.

I am Jehovah the Holy One, the Creator of Israel, your Holy One, Isaiah 43:14-15.

Thus spoke Jehovah, the Redeemer of Israel, his Holy One, Isaiah 49:7.

I am Jehovah your God, the Holy One of Israel, your Saviour, Isaiah 43:1, 3.

As for our Redeemer, Jehovah Zebaoth is His name, the Holy One of Israel, Isaiah 47:4.

Jehovah your Redeemer said, the Holy One of Israel, Isaiah 43:14; 48:17.

Jehovah Zebaoth is His name, and your Redeemer is the Holy One of Israel, Isaiah 54:5.

They tested God and the Holy One of Israel, Psalms 78:41.

They have abandoned Jehovah, and provoked the Holy One of Israel, Isaiah 1:4.

They said, Make the Holy One of Israel depart from our faces; therefore thus spoke the Holy One of Israel, Isaiah 30:11-12.

Who say, Let Him hasten His work that we may see it, and let the purpose of the Holy One of Israel come near and be present, Isaiah 5:19.

On that day they shall lean upon Jehovah, the Holy One of Israel, in truth, Isaiah 10:20.

Cry out and triumph, inhabitant of Zion, for great in your midst is the Holy One of Israel, Isaiah 12:6.

The word of the God of Israel, On that day his eyes shall look towards the Holy One of Israel, Isaiah 17:6-7.

The needy among men shall exult in the Holy One of Israel, Isaiah 29:19; 41:16.

The earth is full of guilt against the Holy One of Israel, Jeremiah 51:5.

See also Isaiah 55:5; 60:9 and elsewhere.

[2] By 'the Holy One of Israel' is meant the Lord as to His Divine Human, for the angel said to Mary:

The holy thing that shall be born of you shall be called the Son of God, Luke 1:35.

Although Jehovah and the Holy One of Israel are mentioned separately, it is clear that they are one and the same, as is shown also by the passages quoted here, which prove that the Holy One of Israel is Jehovah. There are numerous passages to show that the Lord is called the God of Israel: for example, Isaiah 17:6; 21:10, 17; 24:15; 29:23; Jeremiah 7:3; 9:15; 11:3; 13:12; 16:9; 19:3, 15; 23:2; 24:5; 25:15, 27; 29:4, 8, 21, 25; 30:2; 31:23; 32:14-15, 36; 33:4; 34:2, 13; 35:13, 17-19; 37:7; 38:17; 39:16; 42:9, 15, 18; 43:10; 44:2, 7, 11, 25; 48:1; 50:18; 51:33; Ezekiel 8:4; 9:3; 10:19-20; 11:22; 43:2; 44:2; Zephaniah 2:9; Psalms 41:13; 59:5; 68:8.

  
/ 853  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.