Bible

 

Deuteronomy 27

Studie

   

1 καὶ προσέταξεν μωυσῆς καὶ ἡ γερουσία ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον

2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ

3 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι

4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ

5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον

6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου

7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου

8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα

9 καὶ ἐλάλησεν μωυσῆς καὶ οἱ ἱερεῖς οἱ λευῖται παντὶ ισραηλ λέγοντες σιώπα καὶ ἄκουε ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου

10 καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον

11 καὶ ἐνετείλατο μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων

12 οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει γαριζιν διαβάντες τὸν ιορδάνην συμεων λευι ιουδας ισσαχαρ ιωσηφ καὶ βενιαμιν

13 καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει γαιβαλ ρουβην γαδ καὶ ασηρ ζαβουλων δαν καὶ νεφθαλι

14 καὶ ἀποκριθέντες οἱ λευῖται ἐροῦσιν παντὶ ισραηλ φωνῇ μεγάλῃ

15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτο

16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

18 ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

25 ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

26 ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 8942

Prostudujte si tuto pasáž

  
/ 10837  
  

8942. 'For if you move your chisel over it' means if a product of the proprium or self. This is clear from the meaning of 'chisel' as counterfeit truth, thus a product of the self. For a chisel is a piece of iron used to carve and shape figures out of stones, and therefore the human self is meant here since this shapes things which are to compose religion, to make them look like the truth. Instead of the word 'chisel' some places elsewhere have '[a piece of] iron', while others elsewhere have 'axe', as in Deuteronomy 27:5; Joshua 8:30-31; 1 Kings 6:7; Isaiah 44:10-12; Hosea 13:2; Jeremiah 10:3-4; and these tools mean such things as are implements of self-intelligence used for fabrication.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.