Bible

 

2 Samuel 2

Studie

   

1 καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν δαυιδ ἐν κυρίῳ λέγων εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων ιουδα καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἶπεν δαυιδ ποῦ ἀναβῶ καὶ εἶπεν εἰς χεβρων

2 καὶ ἀνέβη ἐκεῖ δαυιδ εἰς χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ αχινοομ ἡ ιεζραηλῖτις καὶ αβιγαια ἡ γυνὴ ναβαλ τοῦ καρμηλίου

3 καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν χεβρων

4 καὶ ἔρχονται ἄνδρες τῆς ιουδαίας καὶ χρίουσιν τὸν δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον ιουδα καὶ ἀπήγγειλαν τῷ δαυιδ λέγοντες ὅτι οἱ ἄνδρες ιαβις τῆς γαλααδίτιδος ἔθαψαν τὸν σαουλ

5 καὶ ἀπέστειλεν δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ιαβις τῆς γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ

6 καὶ νῦν ποιήσαι κύριος μεθ' ὑμῶν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ' ὑμῶν τὰ ἀγαθὰ ταῦτα ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο

7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν σαουλ καί γε ἐμὲ κέχρικεν ὁ οἶκος ιουδα ἐφ' ἑαυτοὺς εἰς βασιλέα

8 καὶ αβεννηρ υἱὸς νηρ ἀρχιστράτηγος τοῦ σαουλ ἔλαβεν τὸν ιεβοσθε υἱὸν σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς μαναεμ

9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν γαλααδῖτιν καὶ ἐπὶ τὸν θασιρι καὶ ἐπὶ τὸν ιεζραελ καὶ ἐπὶ τὸν εφραιμ καὶ ἐπὶ τὸν βενιαμιν καὶ ἐπὶ πάντα ισραηλ

10 τεσσαράκοντα ἐτῶν ιεβοσθε υἱὸς σαουλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν ισραηλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου ιουδα οἳ ἦσαν ὀπίσω δαυιδ

11 καὶ ἐγένοντο αἱ ἡμέραι ἃς δαυιδ ἐβασίλευσεν ἐν χεβρων ἐπὶ τὸν οἶκον ιουδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας

12 καὶ ἐξῆλθεν αβεννηρ υἱὸς νηρ καὶ οἱ παῖδες ιεβοσθε υἱοῦ σαουλ ἐκ μαναεμ εἰς γαβαων

13 καὶ ιωαβ υἱὸς σαρουιας καὶ οἱ παῖδες δαυιδ ἐξήλθοσαν ἐκ χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν γαβαων ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν

14 καὶ εἶπεν αβεννερ πρὸς ιωαβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν καὶ εἶπεν ιωαβ ἀναστήτωσαν

15 καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων βενιαμιν δώδεκα τῶν ιεβοσθε υἱοῦ σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων δαυιδ

16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἥ ἐστιν ἐν γαβαων

17 καὶ ἐγένετο ὁ πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν αβεννηρ καὶ ἄνδρες ισραηλ ἐνώπιον παίδων δαυιδ

18 καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ σαρουιας ιωαβ καὶ αβεσσα καὶ ασαηλ καὶ ασαηλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ

19 καὶ κατεδίωξεν ασαηλ ὀπίσω αβεννηρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν αβεννηρ

20 καὶ ἐπέβλεψεν αβεννηρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτὸς ασαηλ καὶ εἶπεν ἐγώ εἰμι

21 καὶ εἶπεν αὐτῷ αβεννηρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ καὶ οὐκ ἠθέλησεν ασαηλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ

22 καὶ προσέθετο ἔτι αβεννηρ λέγων τῷ ασαηλ ἀπόστηθι ἀπ' ἐμοῦ ἵνα μὴ πατάξω σε εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς ιωαβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς ιωαβ τὸν ἀδελφόν σου

23 καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν αβεννηρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ὁ ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ ασαηλ καὶ ἀπέθανεν καὶ ὑφίστατο

24 καὶ κατεδίωξεν ιωαβ καὶ αβεσσα ὀπίσω αβεννηρ καὶ ὁ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ αμμαν ὅ ἐστιν ἐπὶ προσώπου γαι ὁδὸν ἔρημον γαβαων

25 καὶ συναθροίζονται υἱοὶ βενιαμιν οἱ ὀπίσω αβεννηρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός

26 καὶ ἐκάλεσεν αβεννηρ ιωαβ καὶ εἶπεν μὴ εἰς νῖκος καταφάγεται ἡ ῥομφαία ἦ οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν

27 καὶ εἶπεν ιωαβ ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη ὁ λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ

28 καὶ ἐσάλπισεν ιωαβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς ὁ λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ ισραηλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν

29 καὶ αβεννηρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν ιορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν

30 καὶ ιωαβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ αβεννηρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τῶν παίδων δαυιδ ἐννεακαίδεκα ἄνδρες καὶ ασαηλ

31 καὶ οἱ παῖδες δαυιδ ἐπάταξαν τῶν υἱῶν βενιαμιν τῶν ἀνδρῶν αβεννηρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ' αὐτοῦ

32 καὶ αἴρουσιν τὸν ασαηλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν βαιθλεεμ καὶ ἐπορεύθη ιωαβ καὶ οἱ ἄνδρες οἱ μετ' αὐτοῦ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοῖς ἐν χεβρων

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 2909

Prostudujte si tuto pasáž

  
/ 10837  
  

2909. 'In Kiriath Arba, which is Hebron in the land of Canaan' means within the Church. This becomes clear from the meaning of 'Kiriath Arba' as the Church as regards truth, and from the meaning of 'Hebron in the land of Canaan' as the Church as regards good. In the Word, especially the prophetical part, whenever truth is the subject, good also is included, on account of the heavenly marriage that exists in every detail of the Word, see 683, 793, 801, 2173, 2516, 2712. Here therefore when Kiriath Arba is mentioned, so also is 'Hebron in the land of Canaan'. The land of Canaan is the Lord's kingdom, 1413, 1437, 1607, and locations in that land were in varying ways representative, 1585, 1866.

[2] As regards 'Kiriath Arba, which is Hebron', this was a region where Abraham, Isaac and Jacob dwelt. Abraham's dwelling there is evident from what has gone before,

Abraham came and dwelt in [the oak-groves of] Mamre, which are in Hebron. Genesis 13:18.

And Isaac and Jacob's dwelling there too is evident from what comes further on, Jacob came to Isaac his father in Mamre, to Kiriath Arba, which is Hebron, where Abraham and Isaac sojourned. Genesis 35:27.

Joseph was sent by Jacob his father to his brothers, from the Valley of Hebron. Genesis 37:14.

From the representation dealt with already of those three personages it is clear that 'Kiriath Arba, which is Hebron' represented the Church before Jerusalem did so.

[3] In the course of time every Church deteriorates until it ceases to possess any faith or charity at all, at which point it is destroyed. This too was represented by 'Kiriath Arba, which is Hebron', that is to say, when this place was occupied by the Anakim, by whom dreadful false persuasions were meant, 581, 1673, regarding which occupation by the Anakim, see Numbers 13:21-22; Joshua 11:21; 14:15; 15:13-14; Judges 1:10. As regards the end or close of the Church and its destruction, this was represented by Joshua's utterly destroying everything in that place, Joshua 10:36-37; 11:21, and by Judah and Caleb's smiting the Anakim, Judges 1:10; Joshua 14:13-15; 15:13-14. The establishment again of a new Church was represented by the allotment of its fields and villages to Caleb as his inheritance, Joshua 21:12. The city itself however became a city of refuge, Joshua 20:7; 21:13, and a city for priests, for the sons of Aaron, Joshua 21:10-11, within the inheritance of Judah, Joshua 15:54.

[4] From this it is evident that Hebron represented the Lord's spiritual Church in the land of Canaan. For the same reason also David was ordered by Jehovah's command to go to Hebron and was there anointed king over the house of Judah; and after he had reigned there for seven years and six months he went to Jerusalem and took possession of Zion, see 2 Samuel 2:1-11; 5:5; 1 Kings 2:11, at which point the Lord's spiritual Church now began to be represented by Jerusalem, and His celestial Church by Zion.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.