Bible

 

2 Samuel 1

Studie

1 καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν σαουλ καὶ δαυιδ ἀνέστρεψεν τύπτων τὸν αμαληκ καὶ ἐκάθισεν δαυιδ ἐν σεκελακ ἡμέρας δύο

2 καὶ ἐγενήθη τῇ ἡμέρᾳ τῇ τρίτῃ καὶ ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς ἐκ τοῦ λαοῦ σαουλ καὶ τὰ ἱμάτια αὐτοῦ διερρωγότα καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἐγένετο ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς δαυιδ καὶ ἔπεσεν ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ

3 καὶ εἶπεν αὐτῷ δαυιδ πόθεν σὺ παραγίνῃ καὶ εἶπεν πρὸς αὐτόν ἐκ τῆς παρεμβολῆς ισραηλ ἐγὼ διασέσῳσμαι

4 καὶ εἶπεν αὐτῷ δαυιδ τίς ὁ λόγος οὗτος ἀπάγγειλόν μοι καὶ εἶπεν ὅτι ἔφυγεν ὁ λαὸς ἐκ τοῦ πολέμου καὶ πεπτώκασι πολλοὶ ἐκ τοῦ λαοῦ καὶ ἀπέθανον καὶ ἀπέθανεν καὶ σαουλ καὶ ιωναθαν ὁ υἱὸς αὐτοῦ ἀπέθανεν

5 καὶ εἶπεν δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πῶς οἶδας ὅτι τέθνηκεν σαουλ καὶ ιωναθαν ὁ υἱὸς αὐτοῦ

6 καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ γελβουε καὶ ἰδοὺ σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ

7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με καὶ εἶπα ἰδοὺ ἐγώ

8 καὶ εἶπέν μοι τίς εἶ σύ καὶ εἶπα αμαληκίτης ἐγώ εἰμι

9 καὶ εἶπεν πρός με στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με ὅτι κατέσχεν με σκότος δεινόν ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί

10 καὶ ἐπέστην ἐπ' αὐτὸν καὶ ἐθανάτωσα αὐτόν ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε

11 καὶ ἐκράτησεν δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά καὶ πάντες οἱ ἄνδρες οἱ μετ' αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν

12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ σαουλ καὶ ἐπὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν ιουδα καὶ ἐπὶ τὸν οἶκον ισραηλ ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ

13 καὶ εἶπεν δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ πόθεν εἶ σύ καὶ εἶπεν υἱὸς ἀνδρὸς παροίκου αμαληκίτου ἐγώ εἰμι

14 καὶ εἶπεν αὐτῷ δαυιδ πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου

15 καὶ ἐκάλεσεν δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν προσελθὼν ἀπάντησον αὐτῷ καὶ ἐπάταξεν αὐτόν καὶ ἀπέθανεν

16 καὶ εἶπεν δαυιδ πρὸς αὐτόν τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου

17 καὶ ἐθρήνησεν δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ σαουλ καὶ ἐπὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ

18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς ιουδα ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦς

19 στήλωσον ισραηλ ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν πῶς ἔπεσαν δυνατοί

20 μὴ ἀναγγείλητε ἐν γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις ἀσκαλῶνος μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων

21 ὄρη τὰ ἐν γελβουε μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ' ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν θυρεὸς σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ

22 ἀφ' αἵματος τραυματιῶν ἀπὸ στέατος δυνατῶν τόξον ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω καὶ ῥομφαία σαουλ οὐκ ἀνέκαμψεν κενή

23 σαουλ καὶ ιωναθαν οἱ ἠγαπημένοι καὶ ὡραῖοι οὐ διακεχωρισμένοι εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν

24 θυγατέρες ισραηλ ἐπὶ σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν

25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας

26 ἀλγῶ ἐπὶ σοί ἄδελφέ μου ιωναθαν ὡραιώθης μοι σφόδρα ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν

27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά

Ze Swedenborgových děl

 

Arcana Coelestia # 66

Prostudujte si tuto pasáž

  
/ 10837  
  

66. There are in general four differing styles in the Word. The FIRST is that of the Most Ancient Church. In their mode of expression, when they mentioned earthly and worldly things their thought was of the spiritual and celestial things which these represented. For this reason they not only expressed themselves by means of representatives but also, to bring them to life, they arranged them in quasi-historical sequence, and this gave them extremely great delight. This style was meant when Hannah prophesied and said,

Speak that which is high, that which is high; let that which is ancient come from your mouth. 1 Samuel 2:3.

In David those representatives are called,

Dark sayings from antiquity. Psalms 78:2-4.

From the descendants of the Most Ancient Church Moses came into possession of these stories concerning Creation, concerning the Garden of Eden, and of the event, down to the time of Abram.

[2] The SECOND is the historical style, which appears in the books of Moses to describe the time of Abram onwards, and in the books of Joshua, the Judges, Samuel, and the Kings. In these books the facts of history are exactly as set out in the sense of the letter, yet every single one contains something entirely different in the internal sense, which in the Lord's Divine mercy will be dealt with in proper order later on. The THIRD is the prophetical style, the offspring of the style of the Most Ancient Church, a style which they revered. However it is not continuous, nor does it take quasi-historical form as the most ancient style did. Instead it is diffuse and scarcely ever intelligible except in the internal sense where very deep arcana reside, linked together and following in perfect order. These arcana focus on the external man and the internal, the many states of the Church, heaven itself, and inmostly on the Lord. The FOURTH style is that of the Psalms of David, which varies between the prophetical style and ordinary speech. There in the personage of David asking the internal sense deals with the Lord.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.