Zephaniah 1

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

Zephaniah 2 →

1 λογος κυριου ος εγενηθη προς σοφονιαν τον του χουσι υιον γοδολιου του αμαριου του εζεκιου εν ημεραις ιωσιου υιου αμων βασιλεως ιουδα

2 εκλειψει εκλιπετω παντα απο προσωπου της γης λεγει κυριος

3 εκλιπετω ανθρωπος και κτηνη εκλιπετω τα πετεινα του ουρανου και οι ιχθυες της θαλασσης και εξαρω τους ανθρωπους απο προσωπου της γης λεγει κυριος

4 και εκτενω την χειρα μου επι ιουδαν και επι παντας τους κατοικουντας ιερουσαλημ και εξαρω εκ του τοπου τουτου τα ονοματα της βααλ και τα ονοματα των ιερεων

5 και τους προσκυνουντας επι τα δωματα τη στρατια του ουρανου και τους ομνυοντας κατα του κυριου και τους ομνυοντας κατα του βασιλεως αυτων

6 και τους εκκλινοντας απο του κυριου και τους μη ζητησαντας τον κυριον και τους μη αντεχομενους του κυριου

7 ευλαβεισθε απο προσωπου κυριου του θεου διοτι εγγυς η ημερα του κυριου οτι ητοιμακεν κυριος την θυσιαν αυτου ηγιακεν τους κλητους αυτου

8 και εσται εν ημερα θυσιας κυριου και εκδικησω επι τους αρχοντας και επι τον οικον του βασιλεως και επι παντας τους ενδεδυμενους ενδυματα αλλοτρια

9 και εκδικησω επι παντας εμφανως επι τα προπυλα εν εκεινη τη ημερα τους πληρουντας τον οικον κυριου του θεου αυτων ασεβειας και δολου

10 και εσται εν εκεινη τη ημερα λεγει κυριος φωνη κραυγης απο πυλης αποκεντουντων και ολολυγμος απο της δευτερας και συντριμμος μεγας απο των βουνων

11 θρηνησατε οι κατοικουντες την κατακεκομμενην οτι ωμοιωθη πας ο λαος χανααν εξωλεθρευθησαν παντες οι επηρμενοι αργυριω

12 και εσται εν εκεινη τη ημερα εξερευνησω την ιερουσαλημ μετα λυχνου και εκδικησω επι τους ανδρας τους καταφρονουντας επι τα φυλαγματα αυτων οι λεγοντες εν ταις καρδιαις αυτων ου μη αγαθοποιηση κυριος ουδ' ου μη κακωση

13 και εσται η δυναμις αυτων εις διαρπαγην και οι οικοι αυτων εις αφανισμον και οικοδομησουσιν οικιας και ου μη κατοικησουσιν εν αυταις και καταφυτευσουσιν αμπελωνας και ου μη πιωσιν τον οινον αυτων

14 οτι εγγυς η ημερα κυριου η μεγαλη εγγυς και ταχεια σφοδρα φωνη ημερας κυριου πικρα και σκληρα τετακται δυνατη

15 ημερα οργης η ημερα εκεινη ημερα θλιψεως και αναγκης ημερα αωριας και αφανισμου ημερα σκοτους και γνοφου ημερα νεφελης και ομιχλης

16 ημερα σαλπιγγος και κραυγης επι τας πολεις τας οχυρας και επι τας γωνιας τας υψηλας

17 και εκθλιψω τους ανθρωπους και πορευσονται ως τυφλοι οτι τω κυριω εξημαρτον και εκχεει το αιμα αυτων ως χουν και τας σαρκας αυτων ως βολβιτα

18 και το αργυριον αυτων και το χρυσιον αυτων ου μη δυνηται εξελεσθαι αυτους εν ημερα οργης κυριου και εν πυρι ζηλους αυτου καταναλωθησεται πασα η γη διοτι συντελειαν και σπουδην ποιησει επι παντας τους κατοικουντας την γην

Zephaniah 2 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 228

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 375, 411, 776, 991, 1071, 1488, 1839 ...

Apocalypse Revealed 20, 166, 216, 290, 316, 340, 342 ...

The Lord 4, 14, 38

True Christianity 689, 755

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

The Book of Zephaniah


Přeložit:
Sdílet: