Zechariah 9

Studovat vnitřní smysl

           

1 λημμα λογου κυριου εν γη σεδραχ και δαμασκου θυσια αυτου διοτι κυριος εφορα ανθρωπους και πασας φυλας του ισραηλ

2 και εμαθ εν τοις οριοις αυτης τυρος και σιδων διοτι εφρονησαν σφοδρα

3 και ωκοδομησεν τυρος οχυρωματα εαυτη και εθησαυρισεν αργυριον ως χουν και συνηγαγεν χρυσιον ως πηλον οδων

4 δια τουτο κυριος κληρονομησει αυτην και παταξει εις θαλασσαν δυναμιν αυτης και αυτη εν πυρι καταναλωθησεται

5 οψεται ασκαλων και φοβηθησεται και γαζα και οδυνηθησεται σφοδρα και ακκαρων οτι ησχυνθη επι τω παραπτωματι αυτης και απολειται βασιλευς εκ γαζης και ασκαλων ου μη κατοικηθη

6 και κατοικησουσιν αλλογενεις εν αζωτω και καθελω υβριν αλλοφυλων

7 και εξαρω το αιμα αυτων εκ στοματος αυτων και τα βδελυγματα αυτων εκ μεσου οδοντων αυτων και υπολειφθησεται και ουτος τω θεω ημων και εσονται ως χιλιαρχος εν ιουδα και ακκαρων ως ο ιεβουσαιος

8 και υποστησομαι τω οικω μου αναστημα του μη διαπορευεσθαι μηδε ανακαμπτειν και ου μη επελθη επ' αυτους ουκετι εξελαυνων διοτι νυν εωρακα εν τοις οφθαλμοις μου

9 χαιρε σφοδρα θυγατερ σιων κηρυσσε θυγατερ ιερουσαλημ ιδου ο βασιλευς σου ερχεται σοι δικαιος και σωζων αυτος πραυς και επιβεβηκως επι υποζυγιον και πωλον νεον

10 και εξολεθρευσει αρματα εξ εφραιμ και ιππον εξ ιερουσαλημ και εξολεθρευθησεται τοξον πολεμικον και πληθος και ειρηνη εξ εθνων και καταρξει υδατων εως θαλασσης και ποταμων διεκβολας γης

11 και συ εν αιματι διαθηκης εξαπεστειλας δεσμιους σου εκ λακκου ουκ εχοντος υδωρ

12 καθησεσθε εν οχυρωματι δεσμιοι της συναγωγης και αντι μιας ημερας παροικεσιας σου διπλα ανταποδωσω σοι

13 διοτι ενετεινα σε ιουδα εμαυτω τοξον επλησα τον εφραιμ και επεγερω τα τεκνα σου σιων επι τα τεκνα των ελληνων και ψηλαφησω σε ως ρομφαιαν μαχητου

14 και κυριος εσται επ' αυτους και εξελευσεται ως αστραπη βολις και κυριος παντοκρατωρ εν σαλπιγγι σαλπιει και πορευσεται εν σαλω απειλης αυτου

15 κυριος παντοκρατωρ υπερασπιει αυτων και καταναλωσουσιν αυτους και καταχωσουσιν αυτους εν λιθοις σφενδονης και εκπιονται αυτους ως οινον και πλησουσιν ως φιαλας θυσιαστηριον

16 και σωσει αυτους κυριος εν τη ημερα εκεινη ως προβατα λαον αυτου διοτι λιθοι αγιοι κυλιονται επι της γης αυτου

17 οτι ει τι αγαθον αυτου και ει τι καλον παρ' αυτου σιτος νεανισκοις και οινος ευωδιαζων εις παρθενους


   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 241


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 489, 1201, 2362, 2686, 2781, 2799, 3081, ...

Apocalypse Revealed 99, 206, 298, 299, 316, 343, 379, ...

Doctrine of the Lord 4, 6

Doctrine of the Sacred Scripture 79

Doctrine of Life 60

Heaven and Hell 365

True Christian Religion 247, 285, 706, 730


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 31, 55, 236, 262, 329, 355, 357, ...

Coronis (An Appendix to True Christian Religion) 60

Spiritual Experiences 228

The White Horse - Appendix 1

Scriptural Confirmations 2, 23

Jiný komentář

  Příběhy:


Skočit na podobné biblické verše

Exodus 28:9, 21

2 Samuel 24:16, 18

1 Kings 1:38

2 Kings 19:34

Job 37:9

Psalms 18:15, 72:7, 8, 89:26, 144:12, 149:2

Proverbs 3:25

Isaiah 2:4, 14:28, 23:1, 8, 31:5, 49:9, 51:14, 52:7, 54:12, 14, 61:7, 62:3, 65:4

Jeremiah 31:17, 32:19, 47:5, 49:23

Ezekiel 21:32, 25:15, 26:1, 27:1, 27, 28:1, 21, 34:11, 12

Daniel 8:21

Hosea 2:20

Amos 1:3, 6, 9

Micah 4:8, 5:4, 7, 9

Zephaniah 2:4

Zechariah 9, 4:10, 10:7, 12:4, 8

Matthew 11:29, 21:5, 26:27, 28

Mark 11:7

Luke 19:35

John 12:15

Hebrews 13:20

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 Palm Sunday
From ancient times riding on a donkey was a sign of being a judge and king. Jesus' triumphant ride into Jerusalem on Palm Sunday was a prophecy that was fulfilled on Easter morning.
Sunday School Lesson | Ages 11 - 17

 Quotes: King of Kings
Teaching Support | Ages over 15


Přeložit: