Zechariah 7

Studovat vnitřní smysl

           

1 και εγενετο εν τω τεταρτω ετει επι δαρειου του βασιλεως εγενετο λογος κυριου προς ζαχαριαν τετραδι του μηνος του ενατου ος εστιν χασελευ

2 και εξαπεστειλεν εις βαιθηλ σαρασαρ και αρβεσεερ ο βασιλευς και οι ανδρες αυτου του εξιλασασθαι τον κυριον

3 λεγων προς τους ιερεις τους εν τω οικω κυριου παντοκρατορος και προς τους προφητας λεγων εισεληλυθεν ωδε εν τω μηνι τω πεμπτω το αγιασμα καθοτι εποιησα ηδη ικανα ετη

4 και εγενετο λογος κυριου των δυναμεων προς με λεγων

5 ειπον προς απαντα τον λαον της γης και προς τους ιερεις λεγων εαν νηστευσητε η κοψησθε εν ταις πεμπταις η εν ταις εβδομαις και ιδου εβδομηκοντα ετη μη νηστειαν νενηστευκατε μοι

6 και εαν φαγητε η πιητε ουχ υμεις εσθετε και υμεις πινετε

7 ουχ ουτοι οι λογοι εισιν ους ελαλησεν κυριος εν χερσιν των προφητων των εμπροσθεν οτε ην ιερουσαλημ κατοικουμενη και ευθηνουσα και αι πολεις αυτης κυκλοθεν και η ορεινη και η πεδινη κατωκειτο

8 και εγενετο λογος κυριου προς ζαχαριαν λεγων

9 ταδε λεγει κυριος παντοκρατωρ κριμα δικαιον κρινατε και ελεος και οικτιρμον ποιειτε εκαστος προς τον αδελφον αυτου

10 και χηραν και ορφανον και προσηλυτον και πενητα μη καταδυναστευετε και κακιαν εκαστος του αδελφου αυτου μη μνησικακειτω εν ταις καρδιαις υμων

11 και ηπειθησαν του προσεχειν και εδωκαν νωτον παραφρονουντα και τα ωτα αυτων εβαρυναν του μη εισακουειν

12 και την καρδιαν αυτων εταξαν απειθη του μη εισακουειν του νομου μου και τους λογους ους εξαπεστειλεν κυριος παντοκρατωρ εν πνευματι αυτου εν χερσιν των προφητων των εμπροσθεν και εγενετο οργη μεγαλη παρα κυριου παντοκρατορος

13 και εσται ον τροπον ειπεν και ουκ εισηκουσαν αυτου ουτως κεκραξονται και ου μη εισακουσω λεγει κυριος παντοκρατωρ

14 και εκβαλω αυτους εις παντα τα εθνη α ουκ εγνωσαν και η γη αφανισθησεται κατοπισθεν αυτων εκ διοδευοντος και εξ αναστρεφοντος και εταξαν γην εκλεκτην εις αφανισμον


   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 239


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 1085, 3703, 3780, 3869, 9836

Doctrine of the Lord 51

True Christian Religion 527


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 746

Coronis (An Appendix to True Christian Religion) 56

Scriptural Confirmations 3, 28

Jiný komentář

  Příběhy:


Skočit na podobné biblické verše

Exodus 7:13, 22:21

Deuteronomy 17:9

2 Kings 25:25

2 Chronicles 36:21

Ezra 2:28

Nehemiah 1:1

Job 31:20

Psalms 82:3

Proverbs 3:29, 21:3, 22:22

Isaiah 28:12, 58:3, 6, 65:12

Jeremiah 5:3, 28, 6:17, 7:20, 24, 26, 14:12, 17:23, 19:15, 42:21

Ezekiel 3:7, 12:19

Hosea 4:16, 9:17, 12:7

Micah 2:1, 6:8

Zechariah 1:1, 2, 4, 12, 8:17, 19

Malachi 2:7

Matthew 19:8, 23:23

Romans 14:17

1 Corinthians 10:31

Hebrews 3:8

Významy biblických slov

Γη
Is there any difference in meaning between “earth” and “ground”? At first it doesn’t seem so; both refer to the soil making up the land...

Zdroje pro rodiče a učitele

Zde uvedené položky jsou poskytnuty se svolením našich přátel z General Church of the New Jerusalem. Můžete prohledávat/procházet celou knihovnu kliknutím na odkaz this link.


 What Is Charity?
New Church teachings extend the idea of charity, making it more than compassionate actions towards others.
Sunday School Lesson | Ages 11 - 17


Přeložit: