Zechariah 6

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Zechariah 5   Zechariah 7 →

1 και επεστρεψα και ηρα τους οφθαλμους μου και ειδον και ιδου τεσσαρα αρματα εκπορευομενα εκ μεσου δυο ορεων και τα ορη ην ορη χαλκα

2 εν τω αρματι τω πρωτω ιπποι πυρροι και εν τω αρματι τω δευτερω ιπποι μελανες

3 και εν τω αρματι τω τριτω ιπποι λευκοι και εν τω αρματι τω τεταρτω ιπποι ποικιλοι ψαροι

4 και απεκριθην και ειπα προς τον αγγελον τον λαλουντα εν εμοι τι εστιν ταυτα κυριε

5 και απεκριθη ο αγγελος ο λαλων εν εμοι και ειπεν ταυτα εστιν οι τεσσαρες ανεμοι του ουρανου εκπορευονται παραστηναι τω κυριω πασης της γης

6 εν ω ησαν οι ιπποι οι μελανες εξεπορευοντο επι γην βορρα και οι λευκοι εξεπορευοντο κατοπισθεν αυτων και οι ποικιλοι εξεπορευοντο επι γην νοτου

7 και οι ψαροι εξεπορευοντο και επεβλεπον του πορευεσθαι του περιοδευσαι την γην και ειπεν πορευεσθε και περιοδευσατε την γην και περιωδευσαν την γην

8 και ανεβοησεν και ελαλησεν προς με λεγων ιδου οι εκπορευομενοι επι γην βορρα ανεπαυσαν τον θυμον μου εν γη βορρα

9 και εγενετο λογος κυριου προς με λεγων

10 λαβε τα εκ της αιχμαλωσιας παρα των αρχοντων και παρα των χρησιμων αυτης και παρα των επεγνωκοτων αυτην και εισελευση συ εν τη ημερα εκεινη εις τον οικον ιωσιου του σοφονιου του ηκοντος εκ βαβυλωνος

11 και ληψη αργυριον και χρυσιον και ποιησεις στεφανους και επιθησεις επι την κεφαλην ιησου του ιωσεδεκ του ιερεως του μεγαλου

12 και ερεις προς αυτον ταδε λεγει κυριος παντοκρατωρ ιδου ανηρ ανατολη ονομα αυτω και υποκατωθεν αυτου ανατελει και οικοδομησει τον οικον κυριου

13 και αυτος λημψεται αρετην και καθιεται και καταρξει επι του θρονου αυτου και εσται ο ιερευς εκ δεξιων αυτου και βουλη ειρηνικη εσται ανα μεσον αμφοτερων

14 ο δε στεφανος εσται τοις υπομενουσιν και τοις χρησιμοις αυτης και τοις επεγνωκοσιν αυτην και εις χαριτα υιου σοφονιου και εις ψαλμον εν οικω κυριου

15 και οι μακραν απ' αυτων ηξουσιν και οικοδομησουσιν εν τω οικω κυριου και γνωσεσθε διοτι κυριος παντοκρατωρ απεσταλκεν με προς υμας και εσται εαν εισακουοντες εισακουσητε της φωνης κυριου του θεου υμων

← Zechariah 5   Zechariah 7 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 238

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 2762, 3708, 4652, 5321, 9457, 9818

Apocalypse Revealed 36, 298, 322, 343, 376, 769, 945

Conjugial Love 26

Divine Providence 134

The Lord 49, 52

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: