Zechariah 3

Studovat vnitřní smysl

           

1 και εδειξεν μοι ιησουν τον ιερεα τον μεγαν εστωτα προ προσωπου αγγελου κυριου και ο διαβολος ειστηκει εκ δεξιων αυτου του αντικεισθαι αυτω

2 και ειπεν κυριος προς τον διαβολον επιτιμησαι κυριος εν σοι διαβολε και επιτιμησαι κυριος εν σοι ο εκλεξαμενος την ιερουσαλημ ουκ ιδου τουτο ως δαλος εξεσπασμενος εκ πυρος

3 και ιησους ην ενδεδυμενος ιματια ρυπαρα και ειστηκει προ προσωπου του αγγελου

4 και απεκριθη και ειπεν προς τους εστηκοτας προ προσωπου αυτου λεγων αφελετε τα ιματια τα ρυπαρα απ' αυτου και ειπεν προς αυτον ιδου αφηρηκα τας ανομιας σου και ενδυσατε αυτον ποδηρη

5 και επιθετε κιδαριν καθαραν επι την κεφαλην αυτου και περιεβαλον αυτον ιματια και επεθηκαν κιδαριν καθαραν επι την κεφαλην αυτου και ο αγγελος κυριου ειστηκει

6 και διεμαρτυρατο ο αγγελος κυριου προς ιησουν λεγων

7 ταδε λεγει κυριος παντοκρατωρ εαν εν ταις οδοις μου πορευη και εαν τα προσταγματα μου φυλαξης και συ διακρινεις τον οικον μου και εαν διαφυλαξης και γε την αυλην μου και δωσω σοι αναστρεφομενους εν μεσω των εστηκοτων τουτων

8 ακουε δη ιησου ο ιερευς ο μεγας συ και οι πλησιον σου οι καθημενοι προ προσωπου σου διοτι ανδρες τερατοσκοποι εισι διοτι ιδου εγω αγω τον δουλον μου ανατολην

9 διοτι ο λιθος ον εδωκα προ προσωπου ιησου επι τον λιθον τον ενα επτα οφθαλμοι εισιν ιδου εγω ορυσσω βοθρον λεγει κυριος παντοκρατωρ και ψηλαφησω πασαν την αδικιαν της γης εκεινης εν ημερα μια

10 εν τη ημερα εκεινη λεγει κυριος παντοκρατωρ συγκαλεσετε εκαστος τον πλησιον αυτου υποκατω αμπελου και υποκατω συκης


   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 235


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 488, 4545, 5113, 5954

Apocalypse Revealed 36, 166, 334, 487, 945

Doctrine of the Lord 4, 52

True Christian Religion 157


Odkazy ze Swedenborgových nevydaných prací:

Apocalypse Explained 195, 403, 630, 717, 740

On the Athanasian Creed 42

Scriptural Confirmations 4, 59

Jiný komentář

  Příběhy:


Skočit na podobné biblické verše

Exodus 29:6

1 Kings 5:5

2 Chronicles 6:5, 6

Ezra 2:2, 5:2

Psalms 71:7, 109:6

Isaiah 4:2, 6:7, 8:18, 28:16, 42:1, 44:22, 61:10, 64:5

Jeremiah 23:5, 50:20

Ezekiel 12:6, 11, 44:15

Amos 4:11

Haggai 1:1

Zechariah 17, 4:10, 6:11, 12

Mark 2:5

Luke 15:22

John 1:29

Jude 9

Revelation 5:6, 12:10


Přeložit: