Zechariah 13

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Zechariah 12   Zechariah 14 →

1 εν τη ημερα εκεινη εσται πας τοπος διανοιγομενος εν τω οικω δαυιδ

2 και εσται εν τη ημερα εκεινη λεγει κυριος εξολεθρευσω τα ονοματα των ειδωλων απο της γης και ουκετι εσται αυτων μνεια και τους ψευδοπροφητας και το πνευμα το ακαθαρτον εξαρω απο της γης

3 και εσται εαν προφητευση ανθρωπος ετι και ερει προς αυτον ο πατηρ αυτου και η μητηρ αυτου οι γεννησαντες αυτον ου ζηση οτι ψευδη ελαλησας επ' ονοματι κυριου και συμποδιουσιν αυτον ο πατηρ αυτου και η μητηρ αυτου οι γεννησαντες αυτον εν τω προφητευειν αυτον

4 και εσται εν τη ημερα εκεινη καταισχυνθησονται οι προφηται εκαστος εκ της ορασεως αυτου εν τω προφητευειν αυτον και ενδυσονται δερριν τριχινην ανθ' ων εψευσαντο

5 και ερει ουκ ειμι προφητης εγω διοτι ανθρωπος εργαζομενος την γην εγω ειμι οτι ανθρωπος εγεννησεν με εκ νεοτητος μου

6 και ερω προς αυτον τι αι πληγαι αυται ανα μεσον των χειρων σου και ερει ας επληγην εν τω οικω τω αγαπητω μου

7 ρομφαια εξεγερθητι επι τους ποιμενας μου και επ' ανδρα πολιτην μου λεγει κυριος παντοκρατωρ παταξατε τους ποιμενας και εκσπασατε τα προβατα και επαξω την χειρα μου επι τους ποιμενας

8 και εσται εν παση τη γη λεγει κυριος τα δυο μερη εξολεθρευθησεται και εκλειψει το δε τριτον υπολειφθησεται εν αυτη

9 και διαξω το τριτον δια πυρος και πυρωσω αυτους ως πυρουται το αργυριον και δοκιμω αυτους ως δοκιμαζεται το χρυσιον αυτος επικαλεσεται το ονομα μου καγω επακουσομαι αυτω και ερω λαος μου ουτος εστιν και αυτος ερει κυριος ο θεος μου

← Zechariah 12   Zechariah 14 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 245

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 720, 901, 2788, 3301, 7668

Apocalypse Revealed 384, 704, 707

The Lord 4, 15, 43, 48

Sacred Scripture 2

Ukázat odkazy z nepublikovaných děl Swedenborga


Commentary (pdf)

Bible Study Notes Volume 4


Přeložit:
Sdílet: