Wisdom of Solomon 9

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 8   Wisdom of Solomon 10 →

1 θεε πατερων και κυριε του ελεους ο ποιησας τα παντα εν λογω σου

2 και τη σοφια σου κατασκευασας ανθρωπον ινα δεσποζη των υπο σου γενομενων κτισματων

3 και διεπη τον κοσμον εν οσιοτητι και δικαιοσυνη και εν ευθυτητι ψυχης κρισιν κρινη

4 δος μοι την των σων θρονων παρεδρον σοφιαν και μη με αποδοκιμασης εκ παιδων σου

5 οτι εγω δουλος σος και υιος της παιδισκης σου ανθρωπος ασθενης και ολιγοχρονιος και ελασσων εν συνεσει κρισεως και νομων

6 καν γαρ τις η τελειος εν υιοις ανθρωπων της απο σου σοφιας απουσης εις ουδεν λογισθησεται

7 συ με προειλω βασιλεα λαου σου και δικαστην υιων σου και θυγατερων

8 ειπας οικοδομησαι ναον εν ορει αγιω σου και εν πολει κατασκηνωσεως σου θυσιαστηριον μιμημα σκηνης αγιας ην προητοιμασας απ' αρχης

9 και μετα σου η σοφια η ειδυια τα εργα σου και παρουσα οτε εποιεις τον κοσμον και επισταμενη τι αρεστον εν οφθαλμοις σου και τι ευθες εν εντολαις σου

10 εξαποστειλον αυτην εξ αγιων ουρανων και απο θρονου δοξης σου πεμψον αυτην ινα συμπαρουσα μοι κοπιαση και γνω τι ευαρεστον εστιν παρα σοι

11 οιδε γαρ εκεινη παντα και συνιει και οδηγησει με εν ταις πραξεσι μου σωφρονως και φυλαξει με εν τη δοξη αυτης

12 και εσται προσδεκτα τα εργα μου και διακρινω τον λαον σου δικαιως και εσομαι αξιος θρονων πατρος μου

13 τις γαρ ανθρωπος γνωσεται βουλην θεου η τις ενθυμηθησεται τι θελει ο κυριος

14 λογισμοι γαρ θνητων δειλοι και επισφαλεις αι επινοιαι ημων

15 φθαρτον γαρ σωμα βαρυνει ψυχην και βριθει το γεωδες σκηνος νουν πολυφροντιδα

16 και μολις εικαζομεν τα επι γης και τα εν χερσιν ευρισκομεν μετα πονου τα δε εν ουρανοις τις εξιχνιασεν

17 βουλην δε σου τις εγνω ει μη συ εδωκας σοφιαν και επεμψας το αγιον σου πνευμα απο υψιστων

18 και ουτως διωρθωθησαν αι τριβοι των επι γης και τα αρεστα σου εδιδαχθησαν ανθρωποι και τη σοφια εσωθησαν

← Wisdom of Solomon 8   Wisdom of Solomon 10 →

Přeložit:
Sdílet: