Wisdom of Solomon 19

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 18  

1 τοις δε ασεβεσιν μεχρι τελους ανελεημων θυμος επεστη προηδει γαρ αυτων και τα μελλοντα

2 οτι αυτοι επιτρεψαντες του απιεναι και μετα σπουδης προπεμψαντες αυτους διωξουσιν μεταμεληθεντες

3 ετι γαρ εν χερσιν εχοντες τα πενθη και προσοδυρομενοι ταφοις νεκρων ετερον επεσπασαντο λογισμον ανοιας και ους ικετευοντες εξεβαλον τουτους ως φυγαδας εδιωκον

4 ειλκεν γαρ αυτους η αξια επι τουτο το περας αναγκη και των συμβεβηκοτων αμνηστιαν ενεβαλεν ινα την λειπουσαν ταις βασανοις προσαναπληρωσωσιν κολασιν

5 και ο μεν λαος σου παραδοξον οδοιποριαν πειραση εκεινοι δε ξενον ευρωσι θανατον

6 ολη γαρ η κτισις εν ιδιω γενει παλιν ανωθεν διετυπουτο υπηρετουσα ταις σαις επιταγαις ινα οι σοι παιδες φυλαχθωσιν αβλαβεις

7 η την παρεμβολην σκιαζουσα νεφελη εκ δε προυφεστωτος υδατος ξηρας αναδυσις γης εθεωρηθη εξ ερυθρας θαλασσης οδος ανεμποδιστος και χλοηφορον πεδιον εκ κλυδωνος βιαιου

8 δι' ου πανεθνει διηλθον οι τη ση σκεπαζομενοι χειρι θεωρησαντες θαυμαστα τερατα

9 ως γαρ ιπποι ενεμηθησαν και ως αμνοι διεσκιρτησαν αινουντες σε κυριε τον ρυσαμενον αυτους

10 εμεμνηντο γαρ ετι των εν τη παροικια αυτων πως αντι μεν γενεσεως ζωων εξηγαγεν η γη σκνιπα αντι δε ενυδρων εξηρευξατο ο ποταμος πληθος βατραχων

11 εφ' υστερω δε ειδον και γενεσιν νεαν ορνεων οτε επιθυμια προαχθεντες ητησαντο εδεσματα τρυφης

12 εις γαρ παραμυθιαν εκ θαλασσης ανεβη αυτοις ορτυγομητρα

13 και αι τιμωριαι τοις αμαρτωλοις επηλθον ουκ ανευ των προγεγονοτων τεκμηριων τη βια των κεραυνων δικαιως γαρ επασχον ταις ιδιαις αυτων πονηριαις και γαρ χαλεπωτεραν μισοξενιαν επετηδευσαν

14 οι μεν γαρ τους αγνοουντας ουκ εδεχοντο παροντας ουτοι δε ευεργετας ξενους εδουλουντο

15 και ου μονον αλλ' η τις επισκοπη εσται αυτων επει απεχθως προσεδεχοντο τους αλλοτριους

16 οι δε μετα εορτασματων εισδεξαμενοι τους ηδη των αυτων μετεσχηκοτας δικαιων δεινοις εκακωσαν πονοις

17 επληγησαν δε και αορασια ωσπερ εκεινοι επι ταις του δικαιου θυραις οτε αχανει περιβληθεντες σκοτει εκαστος των εαυτου θυρων την διοδον εζητει

18 δι' εαυτων γαρ τα στοιχεια μεθαρμοζομενα ωσπερ εν ψαλτηριω φθογγοι του ρυθμου το ονομα διαλλασσουσιν παντοτε μενοντα ηχω οπερ εστιν εικασαι εκ της των γεγονοτων οψεως ακριβως

19 χερσαια γαρ εις ενυδρα μετεβαλλετο και νηκτα μετεβαινεν επι γης

20 πυρ ισχυεν εν υδατι της ιδιας δυναμεως και υδωρ της σβεστικης φυσεως επελανθανετο

21 φλογες αναπαλιν ευφθαρτων ζωων ουκ εμαραναν σαρκας εμπεριπατουντων ουδε τηκτον κρυσταλλοειδες ευτηκτον γενος αμβροσιας τροφης

22 κατα παντα γαρ κυριε εμεγαλυνας τον λαον σου και εδοξασας και ουχ υπερειδες εν παντι καιρω και τοπω παρισταμενος

← Wisdom of Solomon 18  

Přeložit:
Sdílet: