Wisdom of Solomon 18

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 17   Wisdom of Solomon 19 →

1 τοις δε οσιοις σου μεγιστον ην φως ων φωνην μεν ακουοντες μορφην δε ουχ ορωντες οτι μεν ου κακεινοι επεπονθεισαν εμακαριζον

2 οτι δ' ου βλαπτουσιν προηδικημενοι ηυχαριστουν και του διενεχθηναι χαριν εδεοντο

3 ανθ' ων πυριφλεγη στυλον οδηγον μεν αγνωστου οδοιποριας ηλιον δε αβλαβη φιλοτιμου ξενιτειας παρεσχες

4 αξιοι μεν γαρ εκεινοι στερηθηναι φωτος και φυλακισθηναι σκοτει οι κατακλειστους φυλαξαντες τους υιους σου δι' ων ημελλεν το αφθαρτον νομου φως τω αιωνι διδοσθαι

5 βουλευσαμενους δ' αυτους τα των οσιων αποκτειναι νηπια και ενος εκτεθεντος τεκνου και σωθεντος εις ελεγχον το αυτων αφειλω πληθος τεκνων και ομοθυμαδον απωλεσας εν υδατι σφοδρω

6 εκεινη η νυξ προεγνωσθη πατρασιν ημων ινα ασφαλως ειδοτες οις επιστευσαν ορκοις επευθυμησωσιν

7 προσεδεχθη υπο λαου σου σωτηρια μεν δικαιων εχθρων δε απωλεια

8 ω γαρ ετιμωρησω τους υπεναντιους τουτω ημας προσκαλεσαμενος εδοξασας

9 κρυφη γαρ εθυσιαζον οσιοι παιδες αγαθων και τον της θειοτητος νομον εν ομονοια διεθεντο των αυτων ομοιως και αγαθων και κινδυνων μεταλημψεσθαι τους αγιους πατερων ηδη προαναμελποντες αινους

10 αντηχει δ' ασυμφωνος εχθρων η βοη και οικτρα διεφερετο φωνη θρηνουμενων παιδων

11 ομοια δε δικη δουλος αμα δεσποτη κολασθεις και δημοτης βασιλει τα αυτα πασχων

12 ομοθυμαδον δε παντες εν ενι ονοματι θανατου νεκρους ειχον αναριθμητους ουδε γαρ προς το θαψαι οι ζωντες ησαν ικανοι επει προς μιαν ροπην η εντιμοτερα γενεσις αυτων διεφθαρτο

13 παντα γαρ απιστουντες δια τας φαρμακειας επι τω των πρωτοτοκων ολεθρω ωμολογησαν θεου υιον λαον ειναι

14 ησυχου γαρ σιγης περιεχουσης τα παντα και νυκτος εν ιδιω ταχει μεσαζουσης

15 ο παντοδυναμος σου λογος απ' ουρανων εκ θρονων βασιλειων αποτομος πολεμιστης εις μεσον της ολεθριας ηλατο γης ξιφος οξυ την ανυποκριτον επιταγην σου φερων

16 και στας επληρωσεν τα παντα θανατου και ουρανου μεν ηπτετο βεβηκει δ' επι γης

17 τοτε παραχρημα φαντασιαι μεν ονειρων δεινων εξεταραξαν αυτους φοβοι δε επεστησαν αδοκητοι

18 και αλλος αλλαχη ριφεις ημιθνητος δι' ην εθνησκον αιτιαν ενεφανιζεν

19 οι γαρ ονειροι θορυβησαντες αυτους τουτο προεμηνυσαν ινα μη αγνοουντες δι' ο κακως πασχουσιν απολωνται

20 ηψατο δε και δικαιων πειρα θανατου και θραυσις εν ερημω εγενετο πληθους αλλ' ουκ επι πολυ εμεινεν η οργη

21 σπευσας γαρ ανηρ αμεμπτος προεμαχησεν το της ιδιας λειτουργιας οπλον προσευχην και θυμιαματος εξιλασμον κομισας αντεστη τω θυμω και περας επεθηκε τη συμφορα δεικνυς οτι σος εστιν θεραπων

22 ενικησεν δε τον χολον ουκ ισχυι του σωματος ουχ οπλων ενεργεια αλλα λογω τον κολαζοντα υπεταξεν ορκους πατερων και διαθηκας υπομνησας

23 σωρηδον γαρ ηδη πεπτωκοτων επ' αλληλων νεκρων μεταξυ στας ανεκοψε την οργην και διεσχισεν την προς τους ζωντας οδον

24 επι γαρ ποδηρους ενδυματος ην ολος ο κοσμος και πατερων δοξαι επι τετραστιχου λιθων γλυφης και μεγαλωσυνη σου επι διαδηματος κεφαλης αυτου

25 τουτοις ειξεν ο ολεθρευων ταυτα δε εφοβηθη ην γαρ μονη η πειρα της οργης ικανη

← Wisdom of Solomon 17   Wisdom of Solomon 19 →

Přeložit:
Sdílet: