Wisdom of Solomon 16

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 15   Wisdom of Solomon 17 →

1 δια τουτο δι' ομοιων εκολασθησαν αξιως και δια πληθους κνωδαλων εβασανισθησαν

2 ανθ' ης κολασεως ευεργετησας τον λαον σου εις επιθυμιαν ορεξεως ξενην γευσιν τροφην ητοιμασας ορτυγομητραν

3 ινα εκεινοι μεν επιθυμουντες τροφην δια την ειδεχθειαν των επαπεσταλμενων και την αναγκαιαν ορεξιν αποστρεφωνται αυτοι δε επ' ολιγον ενδεεις γενομενοι και ξενης μετασχωσι γευσεως

4 εδει γαρ εκεινοις μεν απαραιτητον ενδειαν επελθειν τυραννουσιν τουτοις δε μονον δειχθηναι πως οι εχθροι αυτων εβασανιζοντο

5 και γαρ οτε αυτοις δεινος επηλθεν θηριων θυμος δηγμασιν τε σκολιων διεφθειροντο οφεων ου μεχρι τελους εμεινεν η οργη σου

6 εις νουθεσιαν δε προς ολιγον εταραχθησαν συμβολον εχοντες σωτηριας εις αναμνησιν εντολης νομου σου

7 ο γαρ επιστραφεις ου δια το θεωρουμενον εσωζετο αλλα δια σε τον παντων σωτηρα

8 και εν τουτω δε επεισας τους εχθρους ημων οτι συ ει ο ρυομενος εκ παντος κακου

9 ους μεν γαρ ακριδων και μυιων απεκτεινεν δηγματα και ουχ ευρεθη ιαμα τη ψυχη αυτων οτι αξιοι ησαν υπο τοιουτων κολασθηναι

10 τους δε υιους σου ουδε ιοβολων δρακοντων ενικησαν οδοντες το ελεος γαρ σου αντιπαρηλθεν και ιασατο αυτους

11 εις γαρ υπομνησιν των λογιων σου ενεκεντριζοντο και οξεως διεσωζοντο ινα μη εις βαθειαν εμπεσοντες ληθην απερισπαστοι γενωνται της σης ευεργεσιας

12 και γαρ ουτε βοτανη ουτε μαλαγμα εθεραπευσεν αυτους αλλα ο σος κυριε λογος ο παντας ιωμενος

13 συ γαρ ζωης και θανατου εξουσιαν εχεις και καταγεις εις πυλας αδου και αναγεις

14 ανθρωπος δε αποκτεννει μεν τη κακια αυτου εξελθον δε πνευμα ουκ αναστρεφει ουδε αναλυει ψυχην παραλημφθεισαν

15 την δε σην χειρα φυγειν αδυνατον εστιν

16 αρνουμενοι γαρ σε ειδεναι ασεβεις εν ισχυι βραχιονος σου εμαστιγωθησαν ξενοις υετοις και χαλαζαις και ομβροις διωκομενοι απαραιτητοις και πυρι καταναλισκομενοι

17 το γαρ παραδοξοτατον εν τω παντα σβεννυντι υδατι πλειον ενηργει το πυρ υπερμαχος γαρ ο κοσμος εστιν δικαιων

18 ποτε μεν γαρ ημερουτο φλοξ ινα μη καταφλεξη τα επ' ασεβεις απεσταλμενα ζωα αλλ' αυτοι βλεποντες ειδωσιν οτι θεου κρισει ελαυνονται

19 ποτε δε και μεταξυ υδατος υπερ την πυρος δυναμιν φλεγει ινα αδικου γης γενηματα διαφθειρη

20 ανθ' ων αγγελων τροφην εψωμισας τον λαον σου και ετοιμον αρτον απ' ουρανου παρεσχες αυτοις ακοπιατως πασαν ηδονην ισχυοντα και προς πασαν αρμονιον γευσιν

21 η μεν γαρ υποστασις σου την σην προς τεκνα ενεφανιζεν γλυκυτητα τη δε του προσφερομενου επιθυμια υπηρετων προς ο τις εβουλετο μετεκιρνατο

22 χιων δε και κρυσταλλος υπεμεινε πυρ και ουκ ετηκετο ινα γνωσιν οτι τους των εχθρων καρπους κατεφθειρε πυρ φλεγομενον εν τη χαλαζη και εν τοις υετοις διαστραπτον

23 τουτο παλιν δ' ινα τραφωσιν δικαιοι και της ιδιας επιλελησται δυναμεως

24 η γαρ κτισις σοι τω ποιησαντι υπηρετουσα επιτεινεται εις κολασιν κατα των αδικων και ανιεται εις ευεργεσιαν υπερ των επι σοι πεποιθοτων

25 δια τουτο και τοτε εις παντα μεταλλευομενη τη παντοτροφω σου δωρεα υπηρετει προς την των δεομενων θελησιν

26 ινα μαθωσιν οι υιοι σου ους ηγαπησας κυριε οτι ουχ αι γενεσεις των καρπων τρεφουσιν ανθρωπον αλλα το ρημα σου τους σοι πιστευοντας διατηρει

27 το γαρ υπο πυρος μη φθειρομενον απλως υπο βραχειας ακτινος ηλιου θερμαινομενον ετηκετο

28 οπως γνωστον η οτι δει φθανειν τον ηλιον επ' ευχαριστιαν σου και προς ανατολην φωτος εντυγχανειν σοι

29 αχαριστου γαρ ελπις ως χειμεριος παχνη τακησεται και ρυησεται ως υδωρ αχρηστον

← Wisdom of Solomon 15   Wisdom of Solomon 17 →

Přeložit:
Sdílet: