Wisdom of Solomon 10

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 9   Wisdom of Solomon 11 →

1 αυτη πρωτοπλαστον πατερα κοσμου μονον κτισθεντα διεφυλαξεν και εξειλατο αυτον εκ παραπτωματος ιδιου

2 εδωκεν τε αυτω ισχυν κρατησαι απαντων

3 αποστας δε απ' αυτης αδικος εν οργη αυτου αδελφοκτονοις συναπωλετο θυμοις

4 δι' ον κατακλυζομενην γην παλιν εσωσεν σοφια δι' ευτελους ξυλου τον δικαιον κυβερνησασα

5 αυτη και εν ομονοια πονηριας εθνων συγχυθεντων εγνω τον δικαιον και ετηρησεν αυτον αμεμπτον θεω και επι τεκνου σπλαγχνοις ισχυρον εφυλαξεν

6 αυτη δικαιον εξαπολλυμενων ασεβων ερρυσατο φυγοντα καταβασιον πυρ πενταπολεως

7 ης ετι μαρτυριον της πονηριας καπνιζομενη καθεστηκε χερσος και ατελεσιν ωραις καρποφορουντα φυτα απιστουσης ψυχης μνημειον εστηκυια στηλη αλος

8 σοφιαν γαρ παροδευσαντες ου μονον εβλαβησαν του μη γνωναι τα καλα αλλα και της αφροσυνης απελιπον τω βιω μνημοσυνον ινα εν οις εσφαλησαν μηδε λαθειν δυνηθωσιν

9 σοφια δε τους θεραπευοντας αυτην εκ πονων ερρυσατο

10 αυτη φυγαδα οργης αδελφου δικαιον ωδηγησεν εν τριβοις ευθειαις εδειξεν αυτω βασιλειαν θεου και εδωκεν αυτω γνωσιν αγιων ευπορησεν αυτον εν μοχθοις και επληθυνεν τους πονους αυτου

11 εν πλεονεξια κατισχυοντων αυτον παρεστη και επλουτισεν αυτον

12 διεφυλαξεν αυτον απο εχθρων και απο ενεδρευοντων ησφαλισατο και αγωνα ισχυρον εβραβευσεν αυτω ινα γνω οτι παντος δυνατωτερα εστιν ευσεβεια

13 αυτη πραθεντα δικαιον ουκ εγκατελιπεν αλλα εξ αμαρτιας ερρυσατο αυτον

14 συγκατεβη αυτω εις λακκον και εν δεσμοις ουκ αφηκεν αυτον εως ηνεγκεν αυτω σκηπτρα βασιλειας και εξουσιαν τυραννουντων αυτου ψευδεις τε εδειξεν τους μωμησαμενους αυτον και εδωκεν αυτω δοξαν αιωνιον

15 αυτη λαον οσιον και σπερμα αμεμπτον ερρυσατο εξ εθνους θλιβοντων

16 εισηλθεν εις ψυχην θεραποντος κυριου και αντεστη βασιλευσιν φοβεροις εν τερασι και σημειοις

17 απεδωκεν οσιοις μισθον κοπων αυτων ωδηγησεν αυτους εν οδω θαυμαστη και εγενετο αυτοις εις σκεπην ημερας και εις φλογα αστρων την νυκτα

18 διεβιβασεν αυτους θαλασσαν ερυθραν και διηγαγεν αυτους δι' υδατος πολλου

19 τους δε εχθρους αυτων κατεκλυσεν και εκ βαθους αβυσσου ανεβρασεν αυτους

20 δια τουτο δικαιοι εσκυλευσαν ασεβεις και υμνησαν κυριε το ονομα το αγιον σου την τε υπερμαχον σου χειρα ηνεσαν ομοθυμαδον

21 οτι η σοφια ηνοιξεν στομα κωφων και γλωσσας νηπιων εθηκεν τρανας

← Wisdom of Solomon 9   Wisdom of Solomon 11 →

Přeložit:
Sdílet: