Wisdom of Solomon 1

Greek OT: LXX [A] Unaccented

Wisdom of Solomon 2 →

1 αγαπησατε δικαιοσυνην οι κρινοντες την γην φρονησατε περι του κυριου εν αγαθοτητι και εν απλοτητι καρδιας ζητησατε αυτον

2 οτι ευρισκεται τοις μη πειραζουσιν αυτον εμφανιζεται δε τοις μη απιστουσιν αυτω

3 σκολιοι γαρ λογισμοι χωριζουσιν απο θεου δοκιμαζομενη τε η δυναμις ελεγχει τους αφρονας

4 οτι εις κακοτεχνον ψυχην ουκ εισελευσεται σοφια ουδε κατοικησει εν σωματι καταχρεω αμαρτιας

5 αγιον γαρ πνευμα παιδειας φευξεται δολον και απαναστησεται απο λογισμων ασυνετων και ελεγχθησεται επελθουσης αδικιας

6 φιλανθρωπον γαρ πνευμα σοφια και ουκ αθωωσει βλασφημον απο χειλεων αυτου οτι των νεφρων αυτου μαρτυς ο θεος και της καρδιας αυτου επισκοπος αληθης και της γλωσσης ακουστης

7 οτι πνευμα κυριου πεπληρωκεν την οικουμενην και το συνεχον τα παντα γνωσιν εχει φωνης

8 δια τουτο φθεγγομενος αδικα ουδεις μη λαθη ουδε μη παροδευση αυτον ελεγχουσα η δικη

9 εν γαρ διαβουλιοις ασεβους εξετασις εσται λογων δε αυτου ακοη προς κυριον ηξει εις ελεγχον ανομηματων αυτου

10 οτι ους ζηλωσεως ακροαται τα παντα και θρους γογγυσμων ουκ αποκρυπτεται

11 φυλαξασθε τοινυν γογγυσμον ανωφελη και απο καταλαλιας φεισασθε γλωσσης οτι φθεγμα λαθραιον κενον ου πορευσεται στομα δε καταψευδομενον αναιρει ψυχην

12 μη ζηλουτε θανατον εν πλανη ζωης υμων μηδε επισπασθε ολεθρον εν εργοις χειρων υμων

13 οτι ο θεος θανατον ουκ εποιησεν ουδε τερπεται επ' απωλεια ζωντων

14 εκτισεν γαρ εις το ειναι τα παντα και σωτηριοι αι γενεσεις του κοσμου και ουκ εστιν εν αυταις φαρμακον ολεθρου ουτε αδου βασιλειον επι γης

15 δικαιοσυνη γαρ αθανατος εστιν

16 ασεβεις δε ταις χερσιν και τοις λογοις προσεκαλεσαντο αυτον φιλον ηγησαμενοι αυτον ετακησαν και συνθηκην εθεντο προς αυτον οτι αξιοι εισιν της εκεινου μεριδος ειναι

Wisdom of Solomon 2 →

Přeložit:
Sdílet: