Tobit 9

Study

             

1 και εκαλεσεν τωβιας τον ραφαηλ και ειπεν αυτω

2 αζαρια αδελφε λαβε μετα σεαυτου παιδα και δυο καμηλους και πορευθητι εν ραγοις της μηδιας παρα γαβαηλ και κομισαι μοι το αργυριον και αυτον αγε εις τον γαμον

3 διοτι ομωμοκεν ραγουηλ μη εξελθειν με

4 και ο πατηρ μου αριθμει τας ημερας και εαν χρονισω μεγα οδυνηθησεται λιαν

5 και επορευθη ραφαηλ και ηυλισθη παρα γαβαηλω και εδωκεν αυτω το χειρογραφον ος δε προηνεγκεν τα θυλακια εν ταις σφραγισιν και εδωκεν αυτω

6 και ωρθρευσαν κοινως και ηλθοσαν εις τον γαμον και ευλογησεν τωβιας την γυναικα αυτου