Tobit 8

           

1 οτε δε συνετελεσαν δειπνουντες εισηγαγον τωβιαν προς αυτην

2 ο δε πορευομενος εμνησθη των λογων ραφαηλ και ελαβεν την τεφραν των θυμιαματων και επεθηκεν την καρδιαν του ιχθυος και το ηπαρ και εκαπνισεν

3 οτε δε ωσφρανθη το δαιμονιον της οσμης εφυγεν εις τα ανωτατα αιγυπτου και εδησεν αυτο ο αγγελος

4 ως δε συνεκλεισθησαν αμφοτεροι ανεστη τωβιας απο της κλινης και ειπεν αναστηθι αδελφη και προσευξωμεθα ινα ημας ελεηση ο κυριος

5 και ηρξατο τωβιας λεγειν ευλογητος ει ο θεος των πατερων ημων και ευλογητον το ονομα σου το αγιον και ενδοξον εις τους αιωνας ευλογησατωσαν σε οι ουρανοι και πασαι αι κτισεις σου

6 συ εποιησας αδαμ και εδωκας αυτω βοηθον ευαν στηριγμα την γυναικα αυτου εκ τουτων εγενηθη το ανθρωπων σπερμα συ ειπας ου καλον ειναι τον ανθρωπον μονον ποιησωμεν αυτω βοηθον ομοιον αυτω

7 και νυν κυριε ου δια πορνειαν εγω λαμβανω την αδελφην μου ταυτην αλλ' επ' αληθειας επιταξον ελεησαι με και ταυτη συγκαταγηρασαι

8 και ειπεν μετ' αυτου αμην

9 και εκοιμηθησαν αμφοτεροι την νυκτα

10 και αναστας ραγουηλ επορευθη και ωρυξεν ταφον λεγων μη και ουτος αποθανη

11 και ηλθεν ραγουηλ εις την οικιαν εαυτου

12 και ειπεν εδνα τη γυναικι αυτου αποστειλον μιαν των παιδισκων και ιδετωσαν ει ζη ει δε μη ινα θαψωμεν αυτον και μηδεις γνω

13 και εισηλθεν η παιδισκη ανοιξασα την θυραν και ευρεν τους δυο καθευδοντας

14 και εξελθουσα απηγγειλεν αυτοις οτι ζη

15 και ευλογησεν ραγουηλ τον θεον λεγων ευλογητος ει συ ο θεος εν παση ευλογια καθαρα και αγια και ευλογειτωσαν σε οι αγιοι σου και πασαι αι κτισεις σου και παντες οι αγγελοι σου και οι εκλεκτοι σου ευλογειτωσαν σε εις παντας τους αιωνας

16 ευλογητος ει οτι ηυφρανας με και ουκ εγενετο μοι καθως υπενοουν αλλα κατα το πολυ ελεος σου εποιησας μεθ' ημων

17 ευλογητος ει οτι ηλεησας δυο μονογενεις ποιησον αυτοις δεσποτα ελεος συντελεσον την ζωην αυτων εν υγιεια μετα ευφροσυνης και ελεους

18 εκελευσεν δε τοις οικεταις χωσαι τον ταφον

19 και εποιησεν αυτοις γαμον ημερων δεκα τεσσαρων

20 και ειπεν αυτω ραγουηλ πριν η συντελεσθηναι τας ημερας του γαμου ενορκως μη εξελθειν αυτον εαν μη πληρωθωσιν αι δεκα τεσσαρες ημεραι του γαμου

21 και τοτε λαβοντα το ημισυ των υπαρχοντων αυτου πορευεσθαι μετα υγιειας προς τον πατερα και τα λοιπα οταν αποθανω και η γυνη μου

  


Přeložit: