Tobit 7

Greek OT: LXX [A] Unaccented

← Tobit 6   Tobit 8 →

1 και ηλθον εις εκβατανα και παρεγενοντο εις την οικιαν ραγουηλ σαρρα δε υπηντησεν αυτοις και εχαιρετισεν αυτους και αυτοι αυτην και εισηγαγεν αυτους εις την οικιαν

2 και ειπεν ραγουηλ εδνα τη γυναικι αυτου ως ομοιος ο νεανισκος τωβιτ τω ανεψιω μου

3 και ηρωτησεν αυτους ραγουηλ ποθεν εστε αδελφοι και ειπαν αυτω εκ των υιων νεφθαλι των αιχμαλωτων εν νινευη

4 και ειπεν αυτοις γινωσκετε τωβιτ τον αδελφον ημων οι δε ειπαν γινωσκομεν

5 και ειπεν αυτοις υγιαινει οι δε ειπαν και ζη και υγιαινει και ειπεν τωβιας πατηρ μου εστιν

6 και ανεπηδησεν ραγουηλ και κατεφιλησεν αυτον και εκλαυσε και ευλογησεν αυτον και ειπεν αυτω ο του καλου και αγαθου ανθρωπου και ακουσας οτι τωβιτ απωλεσεν τους οφθαλμους αυτου ελυπηθη και εκλαυσεν

7 και εδνα η γυνη αυτου και σαρρα η θυγατηρ αυτου εκλαυσαν και υπεδεξαντο αυτους προθυμως

8 και εθυσαν κριον προβατων και παρεθηκαν οψα πλειονα

9 ειπεν δε τωβιας τω ραφαηλ αζαρια αδελφε λαλησον υπερ ων ελεγες εν τη πορεια και τελεσθητω το πραγμα

10 και μετεδωκεν τον λογον τω ραγουηλ και ειπεν ραγουηλ προς τωβιαν φαγε και πιε και ηδεως γινου σοι γαρ καθηκει το παιδιον μου λαβειν πλην υποδειξω σοι την αληθειαν

11 εδωκα το παιδιον μου επτα ανδρασιν και οποτε εαν εισεπορευοντο προς αυτην απεθνησκοσαν υπο την νυκτα αλλα το νυν εχων ηδεως γινου

12 και ειπεν τωβιας ου γευσομαι ουδεν ωδε εως αν στησητε και σταθητε προς με και ειπεν ραγουηλ κομιζου αυτην απο του νυν κατα την κρισιν συ δε αδελφος ει αυτης και αυτη σου εστιν ο δε ελεημων θεος ευοδωσει υμιν τα καλλιστα

13 και εκαλεσεν σαρραν την θυγατερα αυτου και λαβων της χειρος αυτης παρεδωκεν αυτην τω τωβια γυναικα και ειπεν ιδου κατα τον νομον μωυσεως κομιζου αυτην και απαγε προς τον πατερα σου και ευλογησεν αυτους

14 και εκαλεσεν εδναν την γυναικα αυτου και λαβων βιβλιον εγραψεν συγγραφην και εσφραγισαντο και ηρξαντο εσθιειν

15 και εκαλεσεν ραγουηλ εδναν την γυναικα αυτου και ειπεν αυτη αδελφη ετοιμασον το ετερον ταμιειον και εισαγαγε αυτην

16 και εποιησεν ως ειπεν και εισηγαγεν αυτην εκει και εκλαυσεν και απεδεξατο τα δακρυα της θυγατρος αυτης και ειπεν αυτη

17 θαρσει τεκνον ο κυριος του ουρανου και της γης δωη σοι χαριν αντι της λυπης σου ταυτης θαρσει θυγατερ

← Tobit 6   Tobit 8 →

Přeložit:
Sdílet: