Tobit 6

Greek OT: LXX [A] Unaccented

← Tobit 5   Tobit 7 →

1 οι δε πορευομενοι την οδον ηλθον εσπερας επι τον τιγριν ποταμον και ηυλιζοντο εκει

2 το δε παιδαριον κατεβη περικλυσασθαι και ανεπηδησεν ιχθυς απο του ποταμου και εβουληθη καταπιειν το παιδαριον

3 ο δε αγγελος ειπεν αυτω επιλαβου του ιχθυος και εκρατησεν τον ιχθυν το παιδαριον και ανεβαλεν αυτον επι την γην

4 και ειπεν αυτω ο αγγελος ανατεμε τον ιχθυν και λαβων την καρδιαν και το ηπαρ και την χολην θες ασφαλως

5 και εποιησεν το παιδαριον ως ειπεν αυτω ο αγγελος τον δε ιχθυν οπτησαντες εφαγον

6 και ωδευον αμφοτεροι εως ηγγισαν εν εκβατανοις

7 και ειπεν το παιδαριον τω αγγελω αζαρια αδελφε τι εστιν το ηπαρ και η καρδια και η χολη του ιχθυος

8 και ειπεν αυτω η καρδια και το ηπαρ εαν τινα οχλη δαιμονιον η πνευμα πονηρον ταυτα δει καπνισαι ενωπιον ανθρωπου η γυναικος και ουκετι ου μη οχληθη

9 η δε χολη εγχρισαι ανθρωπον ος εχει λευκωματα εν τοις οφθαλμοις και ιαθησεται

10 ως δε προσηγγισαν τη ραγη

11 ειπεν ο αγγελος τω παιδαριω αδελφε σημερον αυλισθησομεθα παρα ραγουηλ και αυτος συγγενης σου εστιν και εστιν αυτω θυγατηρ μονογενης ονοματι σαρρα

12 λαλησω περι αυτης του δοθηναι σοι αυτην εις γυναικα οτι σοι επιβαλλει η κληρονομια αυτης και συ μονος ει εκ του γενους αυτης και το κορασιον καλον και φρονιμον εστιν

13 και νυν ακουσον μου και λαλησω τω πατρι αυτης και οταν υποστρεψωμεν εκ ραγων ποιησομεν τον γαμον διοτι επισταμαι ραγουηλ οτι ου μη δω αυτην ανδρι ετερω κατα τον νομον μωυση η οφειλεσει θανατον οτι την κληρονομιαν σοι καθηκει λαβειν η παντα ανθρωπον

14 τοτε ειπεν το παιδαριον τω αγγελω αζαρια αδελφε ακηκοα εγω το κορασιον δεδοσθαι επτα ανδρασιν και παντας εν τω νυμφωνι απολωλοτας

15 και νυν εγω μονος ειμι τω πατρι και φοβουμαι μη εισελθων αποθανω καθως και οι προτεροι οτι δαιμονιον φιλει αυτην ο ουκ αδικει ουδενα πλην των προσαγοντων αυτη και νυν εγω φοβουμαι μη αποθανω και καταξω την ζωην του πατρος μου και της μητρος μου μετ' οδυνης επ' εμοι εις τον ταφον αυτων και υιος ετερος ουχ υπαρχει αυτοις ος θαψει αυτους

16 ειπεν δε αυτω ο αγγελος ου μεμνησαι των λογων ων ενετειλατο σοι ο πατηρ σου υπερ του λαβειν σε γυναικα εκ του γενους σου και νυν ακουσον μου αδελφε διοτι σοι εσται εις γυναικα και του δαιμονιου μηδενα λογον εχε οτι την νυκτα ταυτην δοθησεται σοι αυτη εις γυναικα

17 και εαν εισελθης εις τον νυμφωνα λημψη τεφραν θυμιαματων και επιθησεις απο της καρδιας και του ηπατος του ιχθυος και καπνισεις και οσφρανθησεται το δαιμονιον και φευξεται και ουκ επανελευσεται τον αιωνα του αιωνος

18 οταν δε προσπορευη αυτη εγερθητε αμφοτεροι και βοησατε προς τον ελεημονα θεον και σωσει υμας και ελεησει μη φοβου οτι σοι αυτη ητοιμασμενη ην απο του αιωνος και συ αυτην σωσεις και πορευσεται μετα σου και υπολαμβανω οτι σοι εσται εξ αυτης παιδια

19 και ως ηκουσεν τωβιας ταυτα εφιλησεν αυτην και η ψυχη αυτου εκολληθη αυτη σφοδρα

← Tobit 5   Tobit 7 →

Přeložit:
Sdílet: