Tobit 5

Greek OT: LXX [A] Unaccented

← Tobit 4   Tobit 6 →

1 και αποκριθεις τωβιας ειπεν αυτω πατερ ποιησω παντα οσα εντεταλσαι μοι

2 αλλα πως δυνησομαι λαβειν το αργυριον και ου γινωσκω αυτον

3 και εδωκεν αυτω το χειρογραφον και ειπεν αυτω ζητησον σεαυτω ανθρωπον ος συμπορευσεται σοι και δωσω αυτω μισθον εως ζω και λαβε πορευθεις το αργυριον

4 και επορευθη ζητησαι ανθρωπον και ευρεν τον ραφαηλ ος ην αγγελος και ουκ ηδει

5 και ειπεν αυτω ει δυναμαι πορευθηναι μετα σου εν ραγοις της μηδιας και ει εμπειρος ει των τοπων

6 και ειπεν αυτω ο αγγελος πορευσομαι μετα σου και της οδου εμπειρω και παρα γαβαηλ τον αδελφον ημων ηυλισθην

7 και ειπεν αυτω τωβιας υπομεινον με και ερω τω πατρι μου

8 και ειπεν αυτω πορευου και μη χρονισης

9 και εισελθων ειπεν τω πατρι ιδου ευρηκα ος συμπορευσεται μοι ο δε ειπεν φωνησον αυτον προς με ινα επιγνω ποιας φυλης εστιν και ει πιστος του πορευθηναι μετα σου

10 και εκαλεσεν αυτον και εισηλθεν και ησπασαντο αλληλους

11 και ειπεν αυτω τωβιτ αδελφε εκ ποιας φυλης και εκ ποιας πατριδος συ ει υποδειξον μοι

12 και ειπεν αυτω φυλην και πατριαν συ ζητεις η μισθιον ος συμπορευσεται μετα του υιου σου και ειπεν αυτω τωβιτ βουλομαι αδελφε επιγνωναι το γενος σου και το ονομα

13 ο δε ειπεν εγω αζαριας ανανιου του μεγαλου των αδελφων σου

14 και ειπεν αυτω υγιαινων ελθοις αδελφε και μη μοι οργισθης οτι εζητησα την φυλην σου και την πατριαν σου επιγνωναι και συ τυγχανεις αδελφος μου εκ της καλης και αγαθης γενεας επεγινωσκον γαρ εγω ανανιαν και ιαθαν τους υιους σεμειου του μεγαλου ως επορευομεθα κοινως εις ιεροσολυμα προσκυνειν αναφεροντες τα πρωτοτοκα και τας δεκατας των γενηματων και ουκ επλανηθησαν εν τη πλανη των αδελφων ημων εκ ριζης καλης ει αδελφε

15 αλλ' ειπον μοι τινα σοι εσομαι μισθον διδοναι δραχμην της ημερας και τα δεοντα σοι ως και τω υιω μου

16 και ετι προσθησω σοι επι τον μισθον εαν υγιαινοντες επιστρεψητε

17 και ευδοκησαν ουτως και ειπεν προς τωβιαν ετοιμος γινου προς την οδον και ευοδωθειητε και ητοιμασεν ο υιος αυτου τα προς την οδον και ειπεν αυτω ο πατηρ αυτου πορευου μετα του ανθρωπου ο δε εν τω ουρανω οικων θεος ευοδωσει την οδον υμων και ο αγγελος αυτου συμπορευθητω υμιν και εξηλθαν αμφοτεροι απελθειν και ο κυων του παιδαριου μετ' αυτων

18 εκλαυσεν δε αννα η μητηρ αυτου και ειπεν προς τωβιτ τι εξαπεστειλας το παιδιον ημων η ουχι η ραβδος της χειρος ημων εστιν εν τω εισπορευεσθαι αυτον και εκπορευεσθαι ενωπιον ημων

19 αργυριον τω αργυριω μη φθασαι αλλα περιψημα του παιδιου ημων γενοιτο

20 ως γαρ δεδοται ημιν ζην παρα του κυριου τουτο ικανον ημιν υπαρχει

21 και ειπεν αυτη τωβιτ μη λογον εχε αδελφη υγιαινων ελευσεται και οι οφθαλμοι σου οψονται αυτον

22 αγγελος γαρ αγαθος συμπορευσεται αυτω και ευοδωθησεται η οδος αυτου και υποστρεψει υγιαινων

23 και επαυσατο κλαιουσα

← Tobit 4   Tobit 6 →

Přeložit:
Sdílet: