Tobit 14

Greek OT: LXX [A] Unaccented

← Tobit 13  

1 και επαυσατο εξομολογουμενος τωβιτ

2 και ην ετων πεντηκοντα οκτω οτε απωλεσεν τας οψεις και μετα ετη οκτω ανεβλεψεν και εποιει ελεημοσυνας και προσεθετο φοβεισθαι κυριον τον θεον και εξομολογεισθαι αυτω

3 μεγαλως δε εγηρασεν και εκαλεσεν τον υιον αυτου και τους υιους αυτου και ειπεν αυτω τεκνον λαβε τους υιους σου ιδου γεγηρακα και προς το αποτρεχειν εκ του ζην ειμι

4 απελθε εις την μηδιαν τεκνον οτι πεπεισμαι οσα ελαλησεν ιωνας ο προφητης περι νινευη οτι καταστραφησεται εν δε τη μηδια εσται ειρηνη μαλλον εως καιρου και οτι οι αδελφοι ημων εν τη γη σκορπισθησονται απο της αγαθης γης και ιεροσολυμα εσται ερημος και ο οικος του θεου εν αυτη κατακαησεται και ερημος εσται μεχρι χρονου

5 και παλιν ελεησει αυτους ο θεος και επιστρεψει αυτους εις την γην και οικοδομησουσιν τον οικον ουχ οιος ο προτερος εως πληρωθωσιν καιροι του αιωνος και μετα ταυτα επιστρεψουσιν εκ των αιχμαλωσιων και οικοδομησουσιν ιερουσαλημ εντιμως και ο οικος του θεου εν αυτη οικοδομηθησεται εις πασας τας γενεας του αιωνος οικοδομη ενδοξω καθως ελαλησαν περι αυτης οι προφηται

6 και παντα τα εθνη επιστρεψουσιν αληθινως φοβεισθαι κυριον τον θεον και κατορυξουσιν τα ειδωλα αυτων και ευλογησουσιν παντα τα εθνη τον κυριον

7 και ο λαος αυτου εξομολογησεται τω θεω και υψωσει κυριος τον λαον αυτου και χαρησονται παντες οι αγαπωντες κυριον τον θεον εν αληθεια και δικαιοσυνη ποιουντες ελεος τοις αδελφοις ημων

8 και νυν τεκνον απελθε απο νινευη οτι παντως εσται α ελαλησεν ο προφητης ιωνας

9 συ δε τηρησον τον νομον και τα προσταγματα και γινου φιλελεημων και δικαιος ινα σοι καλως η και θαψον με καλως και την μητερα σου μετ' εμου και μηκετι αυλισθητε εις νινευη

10 τεκνον ιδε τι εποιησεν αμαν αχιαχαρω τω θρεψαντι αυτον ως εκ του φωτος ηγαγεν αυτον εις το σκοτος και οσα ανταπεδωκεν αυτω και αχιαχαρος μεν εσωθη εκεινω δε το ανταποδομα απεδοθη και αυτος κατεβη εις το σκοτος μανασσης εποιησεν ελεημοσυνην και εσωθη εκ παγιδος θανατου ης επηξεν αυτω αμαν δε ενεπεσεν εις την παγιδα και απωλετο

11 και νυν παιδια ιδετε τι ελεημοσυνη ποιει και τι δικαιοσυνη ρυεται και ταυτα αυτου λεγοντος εξελιπεν αυτου η ψυχη επι της κλινης ην δε ετων εκατον πεντηκοντα οκτω και εθαψεν αυτον ενδοξως

12 και οτε απεθανεν αννα εθαψεν αυτην μετα του πατρος αυτου απηλθεν δε τωβιας μετα της γυναικος αυτου και των υιων αυτου εις εκβατανα προς ραγουηλ τον πενθερον αυτου

13 και εγηρασεν εντιμως και εθαψεν τους πενθερους αυτου ενδοξως και εκληρονομησεν την ουσιαν αυτων και τωβιτ του πατρος αυτου

14 και απεθανεν ετων εκατον εικοσι επτα εν εκβατανοις της μηδιας

15 και ηκουσεν πριν η αποθανειν αυτον την απωλειαν νινευη ην ηχμαλωτισεν ναβουχοδονοσορ και ασυηρος εχαρη προ του αποθανειν επι νινευη

← Tobit 13  

Přeložit:
Sdílet: