Tobit 12

Greek OT: LXX [A] Unaccented

← Tobit 11   Tobit 13 →

1 και εκαλεσεν τωβιτ τωβιαν τον υιον αυτου και ειπεν αυτω ορα τεκνον μισθον τω ανθρωπω τω συνελθοντι σοι και προσθειναι αυτω δει

2 και ειπεν αυτω πατερ ου βλαπτομαι δους αυτω το ημισυ ων ενηνοχα

3 οτι με αγειοχεν σοι υγιη και την γυναικα μου εθεραπευσεν και το αργυριον μου ηνεγκεν και σε ομοιως εθεραπευσεν

4 και ειπεν ο πρεσβυτης δικαιουται αυτω

5 και εκαλεσεν τον αγγελον και ειπεν αυτω λαβε το ημισυ παντων ων ενηνοχατε

6 τοτε καλεσας τους δυο κρυπτως ειπεν αυτοις ευλογειτε τον θεον και αυτω εξομολογεισθε μεγαλωσυνην διδοτε αυτω και εξομολογεισθε ενωπιον παντων των ζωντων περι ων εποιησεν μεθ' υμων αγαθον το ευλογειν τον θεον και υψουν το ονομα αυτου τους λογους των εργων του θεου εντιμως υποδεικνυοντες και μη οκνειτε εξομολογεισθαι αυτω

7 μυστηριον βασιλεως καλον κρυψαι τα δε εργα του θεου ανακαλυπτειν ενδοξως αγαθον ποιησατε και κακον ουχ ευρησει υμας

8 αγαθον προσευχη μετα νηστειας και ελεημοσυνης και δικαιοσυνης αγαθον το ολιγον μετα δικαιοσυνης η πολυ μετα αδικιας καλον ποιησαι ελεημοσυνην η θησαυρισαι χρυσιον

9 ελεημοσυνη γαρ εκ θανατου ρυεται και αυτη αποκαθαριει πασαν αμαρτιαν οι ποιουντες ελεημοσυνας και δικαιοσυνας πλησθησονται ζωης

10 οι δε αμαρτανοντες πολεμιοι εισιν της εαυτων ζωης

11 ου μη κρυψω αφ' υμων παν ρημα ειρηκα δη μυστηριον βασιλεως κρυψαι καλον τα δε εργα του θεου ανακαλυπτειν ενδοξως

12 και νυν οτε προσηυξω συ και η νυμφη σου σαρρα εγω προσηγαγον το μνημοσυνον της προσευχης υμων ενωπιον του αγιου και οτε εθαπτες τους νεκρους ωσαυτως συμπαρημην σοι

13 και οτε ουκ ωκνησας αναστηναι και καταλιπειν το αριστον σου οπως απελθων περιστειλης τον νεκρον ουκ ελαθες με αγαθοποιων αλλα συν σοι ημην

14 και νυν απεστειλεν με ο θεος ιασασθαι σε και την νυμφην σου σαρραν

15 εγω ειμι ραφαηλ εις εκ των επτα αγιων αγγελων οι προσαναφερουσιν τας προσευχας των αγιων και εισπορευονται ενωπιον της δοξης του αγιου

16 και εταραχθησαν οι δυο και επεσον επι προσωπον οτι εφοβηθησαν

17 και ειπεν αυτοις μη φοβεισθε ειρηνη υμιν εσται τον δε θεον ευλογειτε εις τον αιωνα

18 οτι ου τη εμαυτου χαριτι αλλα τη θελησει του θεου ημων ηλθον οθεν ευλογειτε αυτον εις τον αιωνα

19 πασας τας ημερας ωπτανομην υμιν και ουκ εφαγον ουδε επιον αλλα ορασιν υμεις εθεωρειτε

20 και νυν εξομολογεισθε τω θεω διοτι αναβαινω προς τον αποστειλαντα με και γραψατε παντα τα συντελεσθεντα εις βιβλιον

21 και ανεστησαν και ουκετι ειδον αυτον

22 και εξωμολογουντο τα εργα τα μεγαλα και θαυμαστα του θεου και ως ωφθη αυτοις ο αγγελος κυριου

← Tobit 11   Tobit 13 →

Přeložit:
Sdílet: