Psalms 78

Studie

              |

1 ψαλμος τω ασαφ ο θεος ηλθοσαν εθνη εις την κληρονομιαν σου εμιαναν τον ναον τον αγιον σου εθεντο ιερουσαλημ εις οπωροφυλακιον

2 εθεντο τα θνησιμαια των δουλων σου βρωματα τοις πετεινοις του ουρανου τας σαρκας των οσιων σου τοις θηριοις της γης

3 εξεχεαν το αιμα αυτων ως υδωρ κυκλω ιερουσαλημ και ουκ ην ο θαπτων

4 εγενηθημεν ονειδος τοις γειτοσιν ημων μυκτηρισμος και χλευασμος τοις κυκλω ημων

5 εως ποτε κυριε οργισθηση εις τελος εκκαυθησεται ως πυρ ο ζηλος σου

6 εκχεον την οργην σου επι εθνη τα μη γινωσκοντα σε και επι βασιλειας αι το ονομα σου ουκ επεκαλεσαντο

7 οτι κατεφαγον τον ιακωβ και τον τοπον αυτου ηρημωσαν

8 μη μνησθης ημων ανομιων αρχαιων ταχυ προκαταλαβετωσαν ημας οι οικτιρμοι σου οτι επτωχευσαμεν σφοδρα

9 βοηθησον ημιν ο θεος ο σωτηρ ημων ενεκα της δοξης του ονοματος σου κυριε ρυσαι ημας και ιλασθητι ταις αμαρτιαις ημων ενεκα του ονοματος σου

10 μηποτε ειπωσιν τα εθνη που εστιν ο θεος αυτων και γνωσθητω εν τοις εθνεσιν ενωπιον των οφθαλμων ημων η εκδικησις του αιματος των δουλων σου του εκκεχυμενου

11 εισελθατω ενωπιον σου ο στεναγμος των πεπεδημενων κατα την μεγαλωσυνην του βραχιονος σου περιποιησαι τους υιους των τεθανατωμενων

12 αποδος τοις γειτοσιν ημων επταπλασιονα εις τον κολπον αυτων τον ονειδισμον αυτων ον ωνειδισαν σε κυριε

13 ημεις δε λαος σου και προβατα της νομης σου ανθομολογησομεθα σοι εις τον αιωνα εις γενεαν και γενεαν εξαγγελουμεν την αινεσιν σου

Scroll to see more.