Psalms 63

Studie

  

1 εις το τελος ψαλμος τω δαυιδ

2 εισακουσον ο θεος της φωνης μου εν τω δεεσθαι με απο φοβου εχθρου εξελου την ψυχην μου

3 εσκεπασας με απο συστροφης πονηρευομενων απο πληθους εργαζομενων την ανομιαν

4 οιτινες ηκονησαν ως ρομφαιαν τας γλωσσας αυτων ενετειναν τοξον αυτων πραγμα πικρον

5 του κατατοξευσαι εν αποκρυφοις αμωμον εξαπινα κατατοξευσουσιν αυτον και ου φοβηθησονται

6 εκραταιωσαν εαυτοις λογον πονηρον διηγησαντο του κρυψαι παγιδας ειπαν τις οψεται αυτους

7 εξηρευνησαν ανομιας εξελιπον εξερευνωντες εξερευνησει προσελευσεται ανθρωπος και καρδια βαθεια

8 και υψωθησεται ο θεος βελος νηπιων εγενηθησαν αι πληγαι αυτων

9 και εξησθενησαν επ' αυτους αι γλωσσαι αυτων εταραχθησαν παντες οι θεωρουντες αυτους

10 και εφοβηθη πας ανθρωπος και ανηγγειλαν τα εργα του θεου και τα ποιηματα αυτου συνηκαν

11 ευφρανθησεται δικαιος επι τω κυριω και ελπιει επ' αυτον και επαινεσθησονται παντες οι ευθεις τη καρδια

Scroll to see more.