Psalms 61

Studie

              |

1 εις το τελος υπερ ιδιθουν ψαλμος τω δαυιδ

2 ουχι τω θεω υποταγησεται η ψυχη μου παρ' αυτου γαρ το σωτηριον μου

3 και γαρ αυτος θεος μου και σωτηρ μου αντιλημπτωρ μου ου μη σαλευθω επι πλειον

4 εως ποτε επιτιθεσθε επ' ανθρωπον φονευετε παντες ως τοιχω κεκλιμενω και φραγμω ωσμενω

5 πλην την τιμην μου εβουλευσαντο απωσασθαι εδραμον εν ψευδει τω στοματι αυτων ευλογουσαν και τη καρδια αυτων κατηρωντο διαψαλμα

6 πλην τω θεω υποταγηθι η ψυχη μου οτι παρ' αυτου η υπομονη μου

7 οτι αυτος θεος μου και σωτηρ μου αντιλημπτωρ μου ου μη μεταναστευσω

8 επι τω θεω το σωτηριον μου και η δοξα μου ο θεος της βοηθειας μου και η ελπις μου επι τω θεω

9 ελπισατε επ' αυτον πασα συναγωγη λαου εκχεετε ενωπιον αυτου τας καρδιας υμων ο θεος βοηθος ημων διαψαλμα

10 πλην ματαιοι οι υιοι των ανθρωπων ψευδεις οι υιοι των ανθρωπων εν ζυγοις του αδικησαι αυτοι εκ ματαιοτητος επι το αυτο

11 μη ελπιζετε επι αδικιαν και επι αρπαγμα μη επιποθειτε πλουτος εαν ρεη μη προστιθεσθε καρδιαν

12 απαξ ελαλησεν ο θεος δυο ταυτα ηκουσα

13 οτι το κρατος του θεου και σοι κυριε το ελεος οτι συ αποδωσεις εκαστω κατα τα εργα αυτου

Scroll to see more.