Psalms 53

Studie

           |

1 εις το τελος εν υμνοις συνεσεως τω δαυιδ

2 εν τω ελθειν τους ζιφαιους και ειπειν τω σαουλ ουκ ιδου δαυιδ κεκρυπται παρ' ημιν

3 ο θεος εν τω ονοματι σου σωσον με και εν τη δυναμει σου κρινον με

4 ο θεος εισακουσον της προσευχης μου ενωτισαι τα ρηματα του στοματος μου

5 οτι αλλοτριοι επανεστησαν επ' εμε και κραταιοι εζητησαν την ψυχην μου ου προεθεντο τον θεον ενωπιον αυτων διαψαλμα

6 ιδου γαρ ο θεος βοηθει μοι και ο κυριος αντιλημπτωρ της ψυχης μου

7 αποστρεψει τα κακα τοις εχθροις μου εν τη αληθεια σου εξολεθρευσον αυτους

8 εκουσιως θυσω σοι εξομολογησομαι τω ονοματι σου κυριε οτι αγαθον

9 οτι εκ πασης θλιψεως ερρυσω με και εν τοις εχθροις μου επειδεν ο οφθαλμος μου

Scroll to see more.